Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.29.1-4.29.6

伊奥劳斯与忒斯庇乌斯之子殖民萨尔多

第 265 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯遵循神谕,决定派他的侄子伊奥劳斯带领他与忒斯庇乌斯之女所生的儿子们去萨尔多殖民。伊奥劳斯征服并开垦了该岛,使其变得极为富庶。

§4.29.1Τετελεκότος γὰρ αὐτοῦ τοὺς ἄθλους, καὶ τοῦ θεοῦ χρήσαντος συμφέρειν πρὸ τῆς εἰς θεοὺς μεταλλαγῆς ἀποικίαν εἰς Σαρδὼ πέμψαι καὶ τοὺς ἐκ τῶν Θεσπιάδων αὐτῷ γενομένους υἱοὺς ἡγεμόνας ποιῆσαι ταύτης, ἔκρινε τὸν ἀδελφιδοῦν Ἰόλαον ἐκπέμψαι μετὰ τῶν παίδων διὰ τὸ παντελῶς νέους εἷναι.
在他完成了各项功绩之后,神明给出神谕,指出在他升入神界之前,向萨尔多派遣殖民者,并使他与忒斯庇乌斯的女儿们所生的儿子们成为这块殖民地的领袖是有利的,但由于孩子们还完全年幼,他决定派他的侄子伊奥劳斯与这些孩子一同前去。
§4.29.2ἀναγκαῖον δʼ ἡμῖν φαίνεται προδιελθεῖν περὶ τῆς γενέσεως τῶν παίδων, ἵνα τὸν περὶ τῆς ἀποικίας λόγον καθαρώτερον ἐκθέσθαι δυνηθῶμεν.
但对我们来说,似乎有必要先叙述一下孩子们的出生,以便我们能够更清晰地阐明关于殖民的过程。
Θέσπιος ἦν ἀνὴρ τὸ γένος ἐπιφανὴς ἐκ τῶν Ἀθηνῶν, υἱὸς Ἐρεχθέως, βασιλεύων δὲ τῆς ὁμωνύμου χώρας ἐγέννησεν ἐκ πλειόνων γυναικῶν θυγατέρας πεντήκοντα.
忒斯庇乌斯是来自雅典的出身高贵之人,是埃雷赫修斯的儿子,他统治着与他同名的地区,并与多位妻子生下了五十个女儿。
§4.29.3Ἡρακλέους δʼ ἔτι παιδὸς ὄντος τὴν ἡλικίαν, καὶ ῥώμῃ σώματος ὑπερφυοῦς ὄντος, ἐφιλοτιμήθη τὰς θυγατέρας ἐκ τούτου τεκνοποιήσασθαι.
当赫拉克勒斯在年龄上还是个少年,且身体力量异常强大时,忒斯庇乌斯极度渴望让自己的女儿们与他生下孩子。
διὸ καλέσας αὐτὸν ἐπί τινα θυσίαν καὶ λαμπρῶς ἑστιάσας, ἀπέστειλε κατὰ μίαν τῶν θυγατέρων· αἷς ἀπάσαις μιγεὶς καὶ ποιήσας ἐγκύους ἐγένετο πατὴρ υἱῶν πεντήκοντα.
因此,他邀请赫拉克勒斯参加某次祭祀,并盛情款待了他,然后把女儿们一个接一个地送去;赫拉克勒斯与她们全部交合并使她们怀孕,成为了五十个儿子的父亲。
ὧν λαβόντων τὴν κοινὴν προσηγορίαν ἀπὸ τῶν Θεσπιάδων, καὶ γενομένων ἐνηλίκων, ἔκρινεν ἐκπέμπειν τούτους εἰς τὴν ἀποικίαν τὴν εἰς Σαρδόνα κατὰ τὸν χρησμόν.
这些孩子从忒斯庇乌斯的女儿们那里得到了共同的称呼,在他们成年之后,赫拉克勒斯决定按照神谕将他们送往萨尔多殖民。
§4.29.4ἡγουμένου δὲ τοῦ στόλου παντὸς Ἰολάου, καὶ συνεστρατευμένου σχεδὸν ἁπάσας τὰς στρατείας, ἐπέτρεψεν αὐτῷ τὰ περὶ τοὺς Θεσπιάδας καὶ τὴν ἀποικίαν τῶν δὲ πεντήκοντα παίδων δύο μὲν κατέμειναν ἐν ταῖς Θήβαις, ὧν τοὺς ἀπογόνους φασὶ μέχρι τοῦ νῦν τιμᾶσθαι, ἑπτὰ δʼ ἐν Θεσπιαῖς, οὓς ὀνομάζουσι δημούχους, ὧν καὶ τοὺς ἀπογόνους ἡγήσασθαί φασι τῆς πόλεως μέχρι τῶν νεωτέρων καιρῶν.
由于伊奥劳斯率领整个船队,且几乎参与了所有的远征,赫拉克勒斯便将关于忒斯庇乌斯子嗣和殖民的事情交托给他。 在这五十个孩子中,有两个留在了底比斯,据说他们的后代直到今天仍享有尊荣;有七个留在了忒斯庇埃,人们称他们为“土地守护者”,据说他们的后代也统治着这座城市,直到较近的时代。
§4.29.5τοὺς δὲ λοιποὺς ἅπαντας Ἰόλαος ἀναλαβὼν καὶ πολλοὺς ἄλλους τοὺς βουλομένους κοινωνεῖν τῆς ἀποικίας, ἔπλευσεν εἰς τὴν Σαρδόνα.
伊奥劳斯带着其余所有人和许多其他渴望参与殖民的人,扬帆前往萨尔多。
κρατήσας δὲ μάχῃ τῶν ἐγχωρίων, κατεκληρούχησε τὸ κάλλιστον τῆς νήσου, καὶ μάλιστα τὴν πεδιάδα χώραν, ἣν μέχρι τοῦ νῦν καλεῖσθαι Ἰολαεῖον.
在战斗中战胜了当地人后,他分配了岛上最美丽的部分,尤其是平原地区,直到今天这里仍被称为“伊奥拉埃翁”。
§4.29.6ἐξημερώσας δὲ τὴν χώραν καὶ καταφυτεύσας δένδρεσι καρπίμοις κατεσκεύασε περιμάχητον ἐπὶ τοσοῦτο γὰρ ἡ νῆσος διωνομάσθη τῇ τῶν καρπῶν ἀφθονίᾳ ὥστε Καρχηδονίους ὕστερον αὐξηθέντας ἐπιθυμῆσαι τῆς νήσου, καὶ πολλοὺς ἀγῶνας καὶ κινδύνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι.
他开垦了土地,种植了果树,使其成为人人争夺的目标。 因为该岛因其水果的丰饶而名声大噪,以至于后来强大起来的迦太基人觊觎此岛,并为此经历了许多斗争和危险。
ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
但关于这些事情,我们将在适当的时代予以记录。

词汇与语法注释

  1. §4.29.1διὰ τὸ παντελῶς νέους εἶναι — 不定动词 εἶναι 的逻辑主语在上下文里被省略,但显然指前文赫拉克勒斯的儿子们(τοὺς ἐκ τῶν Θεσπιάδων αὐτῷ γενομένους υἱοὺς)。表语形容词 νέους 采用宾格、复数、阳性,与这一暗含的逻辑主语相一致。
  2. §4.29.2τὸ γένος — 关系宾格(或限定宾格),意为“在出身/家世方面”,用于修饰和限定形容词 ἐπιφανὴς(显赫的、著名的)。
  3. §4.29.3Ἡρακλέους δʼ ἔτι παιδὸς ὄντος — 属格独立结构(genitive absolute),表示时间(“当赫拉克勒斯还是……”时)或原因,属格 Ἡρακλέους 作为分词 ὄντος 的逻辑主语。
  4. §4.29.5ἣν μέχρι τοῦ νῦν καλεῖσθαι Ἰολαεῖον — 在关系从句中(先行词为 τὴν πεδιάδα χώραν)使用了间意引语(传闻)的不定动词 καλεῖσθαι。这种结构表明该陈述是基于传说或传闻(“据说被称为……”),而非作者本人的直接断言。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.29.1-4.29.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.29.1-4.29.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。