§4.27.1ἡμῖν δʼ οὐ παραλειπτέον τὰ περὶ Ἄτλαντος μυθολογούμενα καὶ τὰ περὶ τοῦ γένους τῶν Ἑσπερίδων.
我们绝不能忽略关于阿特拉斯的神话以及关于赫斯珀里得斯家族的事迹。
κατὰ γὰρ τὴν Ἑσπερῖτιν ὀνομαζομένην χώραν φασὶν ἀδελφοὺς δύο γενέσθαι δόξῃ διωνομασμένους, Ἕσπερον καὶ Ἄτλαντα.
因为据说在被称为赫斯珀里蒂斯的地区,诞生了两个名声显赫的兄弟,赫斯珀罗斯和阿特拉斯。
τούτους δὲ κεκτῆσθαι πρόβατα τῷ μὲν κάλλει διάφορα, τῇ δὲ χρόᾳ ξανθὰ καὶ χρυσοειδῆ· ἀφʼ ἧς αἰτίας τοὺς ποιητὰς τὰ πρόβατα μῆλα καλοῦντας ὀνομάσαι χρυσᾶ μῆλα.
他们拥有美艳绝伦、毛色金黄如金的羊群;由于这个原因,诗人们将羊群称为“mela”,并给它们命名为“金苹果(mela)”。
§4.27.2τὸν μὲν οὖν Ἕσπερον θυγατέρα γεννήσαντα τὴν ὀνομαζομένην Ἑσπερίδα συνοικίσαι τἀδελφῷ, ἀφʼ ἧς τὴν χώραν Ἑσπερῖτιν ὀνομασθῆναι·
赫斯珀罗斯生了一个名叫赫斯珀里斯的女儿,并把她嫁给了他的兄弟,该地区便因她而得名赫斯珀里蒂斯。
τὸν δʼ Ἄτλαντα ἐκ ταύτης ἑπτὰ γεννῆσαι θυγατέρας, ἃς ἀπὸ μὲν τοῦ πατρὸς Ἀτλαντίδας, ἀπὸ δὲ τῆς μητρὸς Ἑσπερίδας ὀνομασθῆναι.
而阿特拉斯与她生了七个女儿,她们因父亲而被称为阿特兰蒂得斯,因母亲而被称为赫斯珀里得斯。
τούτων δὲ τῶν Ἀτλαντίδων κάλλει καὶ σωφροσύνῃ διαφερουσῶν, λέγουσι Βούσιριν τὸν βασιλέα τῶν Αἰγυπτίων ἐπιθυμῆσαι τῶν παρθένων ἐγκρατῆ γενέσθαι· διὸ καὶ λῃστὰς κατὰ θάλατταν ἀποστείλαντα διακελεύσασθαι τὰς κόρας ἁρπάσαι καὶ διακομίσαι πρὸς ἑαυτόν.
由于这些阿特兰蒂得斯在美貌和贞洁上出类拔萃,据说埃及国王布西里斯渴望将这些处女占为己有;因此,他通过海路派遣海盗,命令他们绑架这些少女并将她们带到自己身边。
§4.27.3κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸν Ἡρακλέα τελοῦντα τὸν ὕστατον ἆθλον Ἀνταῖον μὲν ἀνελεῖν ἐν τῇ Λιβύῃ τὸν συναναγκάζοντα τοὺς ξένους διαπαλαίειν, Βούσιριν δὲ κατὰ τὴν Αἴγυπτον τῷ Διὶ σφαγιάζοντα τοὺς παρεπιδημοῦντας ξένους τῆς προσηκούσης τιμωρίας καταξιῶσαι.
在此期间,正在执行最后一项大功的赫拉克勒斯,在利比亚杀死了强迫外乡人与之摔跤的安泰俄斯,并在埃及对向宙斯献纸外乡旅人的布西里斯施以应有的惩罚。
μετὰ δὲ ταῦτα ἀνὰ τὸν Νεῖλον πλεύσαντα εἰς τὴν Αἰθιοπίαν τὸν βασιλεύοντα τῶν Αἰθιόπων Ἠμαθίωνα κατάρχοντα μάχης ἀποκτεῖναι, τὸ δʼ ὕστατον ἐπάνελθεῖν πάλιν ἐπὶ τὸν ἆθλον.
此后,他沿着尼罗河航行到埃塞俄比亚,杀死了主动挑起战争的埃塞俄比亚国王埃马提翁,最后再次返回继续他的大功。
§4.27.4τοὺς δὲ λῃστὰς ἐν κήπῳ τινὶ παιζούσας τὰς κόρας συναρπάσαι, καὶ ταχὺ φυγόντας εἰς τὰς ναῦς ἀποπλεῖν.
海盗们在某个花园里绑架了正在玩耍的少女们,并迅速逃到船上驾船离去。
τούτοις δʼ ἐπί τινος ἀκτῆς δειπνοποιουμένοις ἐπιστάντα τὸν Ηρακλέα, καὶ παρὰ τῶν παρθένων μαθόντα τὸ συμβεβηκός, τοὺς μὲν λῃστὰς ἅπαντας ἀποκτεῖναι, τὰς δὲ κόρας ἀποκομίσαι πρὸς Ἄτλαντα τὸν πατέρα·
当他们在一处海岸上准备晚餐时,赫拉克勒斯突然出现在他们面前,并从少女们那里得知了所发生的事情,于是杀死了所有的海盗,将少女们送回给她们的父亲阿特拉斯。
ἀνθʼ ὧν τὸν Ἄτλαντα χάριν τῆς εὐεργεσίας ἀποδιδόντα μὴ μόνον δοῦναι τὰ πρὸς τὸν ἆθλον καθήκοντα προθύμως, ἀλλὰ καὶ τὰ κατὰ τὴν ἀστρολογίαν ἀφθόνως διδάξαι.
作为回报,阿特拉斯为了答谢他的恩德,不仅慷慨地给予了他完成大功所需的东西,还毫无保留地向他传授了天文学知识。
§4.27.5περιττότερον γὰρ αὐτὸν τὰ κατὰ τὴν ἀστρολογίαν ἐκπεπονηκότα καὶ τὴν τῶν ἄστρων σφαῖραν φιλοτέχνως εὑρόντα ἔχειν ὑπόληψιν ὡς τὸν κόσμον ὅλον ἐπὶ τῶν ὤμων φοροῦντα.
因为阿特拉斯极度深入地钻研了天文学,并巧妙地发明了星体天球仪,所以人们普遍认为他用双肩支撑着整个宇宙。
παραπλησίως δὲ καὶ τοῦ Ἡρακλέους ἐξενέγκαντος εἰς τοὺς Ἕλληνας τὸν σφαιρικὸν λόγον, δόξης μεγάλης τυχεῖν, ὡς διαδεδεγμένον τὸν Ἀτλαντικὸν κόσμον, αἰνιττομένων τῶν ἀνθρώπων τὸ γεγονός.
同样,当赫拉克勒斯也将天球理论传授给希腊人时,他获得了巨大的声望,被视为继承了阿特拉斯的世界,人们从而对这一事件留下了谜一般的传授。