§4.28.1τοῦ δʼ Ἡρακλέους περὶ ταῦτʼ ὄντος φασὶ τὰς ὑπολειφθείσας Ἀμαζόνας περὶ τὸν Θερμώδοντα ποταμὸν ἀθροισθείσας πανδημεὶ σπεῦσαι τοὺς Ἕλληνας ἀμύνασθαι περὶ ὧν Ἡρακλῆς στρατεύσας διειργάσατο.
ヘラクレスがこれらの事柄に従事している間に、生き残っていたアマゾンたちがテルモドン川の周辺にこぞって集まり、ヘラクレスが遠征して引き起こしたことに対してギリシア人たちに復讐しようと急いだと言われている。
διαφορώτατα δὲ τοὺς Ἀθηναίους ἐφιλοτιμοῦντο διὰ τὸ τὸν Θησέα καταδεδουλῶσθαι τὴν ἡγεμόνα τῶν Ἀμαζόνων Ἀντιόπην, ὡς δʼ ἔνιοι γράφουσιν, Ἱππολύτην.
彼女らは、テーセウスがアマゾンたちの指導者であるアンティオペ(一部の者が書いているところによればヒッポリュテ)を従属させていたために、とりわけアテナイ人たちに対して敵対心を燃やしていた。
§4.28.2συστρατευσάντων δὲ τῶν Σκυθῶν θῶν ταῖς Ἀμαζόσι συνέβη δύναμιν ἀξιόλογον ἀθροισθῆναι, μεθʼ ἧς αἱ προηγούμεναι τῶν Ἀμαζονίδων περαιωθεῖσαι τὸν Κιμμέριον Βόσπορον προῆγον διὰ τῆς Θρᾴκης.
スキタイ人がアマゾンたちと共同で遠征したため、注目に値する軍勢が集まることとなり、これを率いてアマゾンたちの指導者たちはキンメリオス・ボスボロスを渡り、トラキアを通って進軍した。
τέλος δὲ πολλὴν τῆς Εὐρώπης ἐπελθοῦσαι κατήντησαν εἰς τὴν Ἀττικήν, καὶ κατεστρατοπέδευσαν ὅπου νῦν ἐστι τὸ καλούμενον ἀπʼ ἐκείνων Ἀμαζονεῖον.
そしてついに、ヨーロッパの多くの地を経由してアッティカに到着し、彼女らにちなんで今日アマゾネイオンと呼ばれている場所に陣を張った。
§4.28.3Θησεὺς δὲ πυθόμενος τὴν τῶν Ἀμαζόνων ἔφοδον ἐβοήθει ταῖς πολιτικαῖς δυνάμεσιν, ἔχων μεθʼ ἑαυτοῦ τὴν Ἀμαζονίδα Ἀντιόπην, ἐξ ἧς ἦν πεπαιδοποιημένος υἱὸν Ἱππόλυτον.
テーセウスはアマゾンたちの来襲を知ると、市民の軍勢を率いて迎撃に向かったが、その際、かつてその間に息子のヒッポリュトスをもうけていたアマゾンの女アンティオペを伴っていた。
συνάψας δὲ μάχην ταῖς Ἀμαζόσι, καὶ τῶν Ἀθηναίων ὑπερεχόντων ταῖς ἀνδραγαθίαις, ἐνίκησαν οἱ περὶ τὸν Θησέα, καὶ τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων ἃς μὲν κατέκοψαν, ἃς δʼ ἐκ τῆς Ἀττικῆς ἐξέβαλον.
そしてアマゾンたちと戦闘を交えたが、アテナイ人たちが武勇において勝っていたため、テーセウスの陣営が勝利を収め、立ち向かってきたアマゾンたちのうち、ある者たちを斬り殺し、他の者たちをアッティカから駆逐した。
§4.28.4συνέβη δὲ καὶ τὴν Ἀντιόπην συναγωνισαμένην τἀνδρὶ Θησεῖ, καὶ κατὰ τὴν μάχην ἀριστεύουσαν, ἡρωικῶς καταστρέψαι τὸν βίον.
また、夫であるテーセウスとともに戦い、戦闘において抜群の働きを見せたアンティオペも、英雄的な最期を遂げることとなった。
αἱ δʼ ὑπολειφθεῖσαι τῶν Ἀμαζόνων ἀπογνοῦσαι τὴν πατρῴαν γῆν, ἐπανῆλθον μετὰ τῶν Σκυθῶν εἰς τὴν Σκυθίαν καὶ μετʼ ἐκείνων κατῴκησαν.
生き残ったアマゾンたちは祖国の地を諦め、スキタイ人たちとともにスキティアへと戻り、彼らとともに定住した。
ἡμεῖς δʼ ἀρκούντως περὶ τούτων διεληλυθότες ἐπάνιμεν πάλιν ἐπὶ τὰς Ἡρακλέους πράξεις.
私たちはこれらについて十分に論じたので、再びヘラクレスの偉業へと戻ることにする。