§4.25.1αὐτὸς δʼ ἐγκυκλωθεὶς τὸν Ἀδρίαν καὶ πεζῇ περιελθὼν τὸν προειρημένον κόλπον κατήντησεν εἰς τὴν Ἤπειρον, ἐξ ἧς πορευθεὶς εἰς τὴν Πελοπόννησον, καὶ τετελεκὼς τὸν δέκατον ἆθλον, ἔλαβε πρόσταγμα παρʼ Εὐρυσθέως τὸν ἐξ ᾅδου Κέρβερον πρὸς τὸ φῶς ἀγαγεῖν.
至于他自己,则绕过亚得里亚海,徒步绕行前述海湾,抵达了伊庇鲁斯。 从那里他前往伯罗奔尼撒,并在完成了第十项大功后,收到欧律斯透斯的命令,要他将刻耳柏洛斯从哈得斯带到光明之中。
πρὸς δὲ τοῦτον τὸν ἆθλον ὑπολαβὼν συνοίσειν αὑτῷ, παρῆλθεν εἰς τὰς Ἀθήνας καὶ μετέσχε τῶν ἐν Ἐλευσῖνι μυστηρίων, Μουσαίου τοῦ Ὀρφέως υἱοῦ τότε προεστηκότος τῆς τελετῆς.
他认为参与此事会对自己这项大功有所帮助,于是来到雅典,并参加了在埃琉西斯举行的秘仪,当时俄耳甫斯之子穆萨乌斯正主持这一仪式。
§4.25.2ἐπεὶ δʼ Ὀρφέως ἐμνήσθημεν, οὐκ ἀνοίκειόν ἐστι παρεκβάντας βραχέα περὶ αὐτοῦ διελθεῖν.
既然我们提到了俄耳甫斯,那么作一个简短的插叙来叙述他的事迹也并非不妥。
οὗτος γὰρ ἦν υἱὸς μὲν Οἰάγρου, Θρᾷξ δὲ τὸ γένος, παιδείᾳ δὲ καὶ μελῳδίᾳ καὶ ποιήσει πολὺ προέχων τῶν μνημονευομένων· καὶ γὰρ ποίημα συνετάξατο θαυμαζόμενον καὶ τῇ κατὰ τὴν ᾠδὴν εὐμελείᾳ διαφέρον.
因为此人是奥阿格罗斯之子,出身于色雷斯,在教养、歌唱和诗作方面都远远超过那些名垂青史的人;他也创作了令人赞叹且歌声旋律优美动听的诗歌。
ἐπὶ τοσοῦτο δὲ προέβη τῇ δόξῃ ὥστε δοκεῖν τῇ μελῳδίᾳ θέλγειν τά τε θηρία καὶ τὰ δένδρα.
他在声誉上达到了如此高度,以至于人们认为他能用歌声驯服野兽和树木。
§4.25.3περὶ δὲ παιδείαν ἀσχοληθεὶς καὶ τὰ περὶ τῆς θεολογίας μυθολογούμενα μαθών, ἀπεδήμησε μὲν εἰς Αἴγυπτον, κἀκεῖ πολλὰ προσεπιμαθὼν μέγιστος ἐγένετο τῶν Ἑλλήνων ἔν τε ταῖς θεολογίαις καὶ ταῖς τελεταῖς καὶ ποιήμασι καὶ μελῳδίαις.
他潜心于学问,掌握了关于神学的神话传说,随后前往埃及,并在那里进一步学习了许多知识,从而在神学、秘仪、诗作和歌唱方面成为希腊人中最伟大的人物。
§4.25.4συνεστρατεύσατο δὲ καὶ τοῖς Ἀργοναύταις, καὶ διὰ τὸν ἔρωτα τὸν πρὸς τὴν γυναῖκα καταβῆναι μὲν εἰς ᾅδου παραδόξως ἐτόλμησε, τὴν δὲ Φερσεφόνην διὰ τῆς εὐμελείας ψυχαγωγήσας ἔπεισε συνεργῆσαι ταῖς ἐπιθυμίαις καὶ συγχωρῆσαι τὴν γυναῖκα αὐτοῦ τετελευτηκυῖαν ἀναγαγεῖν ἐξ ᾅδου παραπλησίως τῷ Διονύσῳ· καὶ γὰρ ἐκεῖνον μυθολογοῦσιν ἀναγαγεῖν τὴν μητέρα Σεμέλην ἐξ ᾅδου, καὶ μεταδόντα τῆς ἀθανασίας Θυώνην μετονομάσαι.
他还与阿耳戈船英雄们一同远征,出于对妻子的爱,他竟奇迹般地敢于降入哈得斯,用优美的歌声打动了珀耳塞福涅,说服她满足自己的愿望,允许他像狄奥尼索斯那样将自己死去的妻子从哈得斯带回;因为神话中也传说狄奥尼索斯将母亲塞墨勒从哈得斯带回,并赋予她不朽,将其改名为梯俄涅。
ἡμεῖς δʼ ἐπεὶ περὶ Ὀρφέως διεληλύθαμεν, μεταβησόμεθα πάλιν ἐπὶ τὸν Ἡρακλέα.
既然我们已经讲述完俄耳甫斯的事迹,就让我们重新回到赫拉克勒斯身上。