Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.26.1-4.26.4

带回刻耳柏洛斯与赫斯珀里得斯的金苹果

第 262 段,共 406 段 · 希腊语

内容简介

描述赫拉克勒斯从冥界带回刻耳柏洛斯并救出忒修斯,阐述关于最后一项大功赫斯珀里得斯金苹果(或羊群)的各种假说,以及他完成大功后对获得不朽的期待。

§4.26.1οὗτος γὰρ κατὰ τοὺς παραδεδομένους μύθους καταβὰς εἰς τοὺς καθʼ ᾅδου τόπους, καὶ προσδεχθεὶς ὑπὸ τῆς Φερσεφόνης ὡς ἂν ἀδελφός, Θησέα μὲν ἀνήγαγεν ἐκ δεσμῶν μετὰ Πειρίθου, χαρισαμένης τῆς Κόρης, τὸν δὲ κύνα παραλαβὼν δεδεμένον παραδόξως ἀπήγαγε καὶ φανερὸν κατέστησεν ἀνθρώποις.
因为根据流传的神话,他降入冥界之境,受到珀耳塞福涅如同对待兄弟般的接待,在冥后(科瑞)赐予恩惠下,他将忒修斯与皮里托奥斯一同从束缚中解救带回;另一方面,他接管了被捆绑着的冥府恶犬,奇迹般地将其带走,并展现在世人面前。
§4.26.2τελευταῖον δʼ ἆθλον λαβὼν ἐνεγκεῖν τὰ τῶν Ἑσπερίδων χρυσᾶ μῆλα, πάλιν ἔπλευσεν εἰς τὴν Λιβύην.
在接受了带回赫斯珀里得斯的金苹果这一最后一项大功后,他再次乘船前往利比亚。
περὶ δὲ τῶν μήλων τούτων διαπεφωνήκασιν οἱ μυθογράφοι, καὶ τινὲς μέν φασιν ἔν τισι κήποις τῶν Ἑσπερίδων ὑπάρξαι κατὰ τὴν Λιβύην μῆλα χρυσᾶ, τηρούμενα συνεχῶς ὑπό τινος δράκοντος φοβερωτάτου, τινὲς δὲ λέγουσι ποίμνας προβάτων κάλλει διαφερούσας κεκτῆσθαι τὰς Ἑσπερίδας, χρυσᾶ δὲ μῆλα ἀπὸ τοῦ κάλλους ὠνομάσθαι ποιητικῶς, ὥσπερ καὶ τὴν Ἀφροδίτην χρυσῆν καλεῖσθαι διὰ τὴν εὐπρέπειαν.
然而,关于这些苹果,神话作家们的意见并不一致:有些人说,在利比亚赫斯珀里得斯的某些花园里确实存在金苹果,并由一条极其可怕的巨龙时刻看守着;另一些人则说,赫斯珀里得斯拥有美丽非凡的羊群,因其美丽而被诗意地称为“金苹果”(羊),正如阿佛洛狄忒也因其美貌而被合宜地称为“金色”一样。
§4.26.3ἔνιοι δὲ λέγουσιν ὅτι τὰ πρόβατα τὴν χρόαν ἰδιάζουσαν ἔχοντα καὶ παρόμοιον χρυσῷ τετευχέναι ταύτης τῆς προσηγορίας, Δράκοντα δὲ τῶν ποιμνῶν ἐπιμελητὴν καθεσταμένον, καὶ ῥώμῃ σώματος καὶ ἀλκῇ διαφέροντα, τηρεῖν τὰ πρόβατα καὶ τοὺς λῃστεύειν αὐτὰ τολμῶντας ἀποκτείνειν.
还有人说,因为那些羊拥有独特的、类似黄金的毛色,所以得到了这个称号,而一个名叫德拉孔、在体力和勇气上都出类拔萃的男子被任命为羊群的主管,负责看守羊群并杀死敢于劫掠它们的人。
ἀλλὰ περὶ μὲν τούτων ἐξέσται διαλαμβάνειν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ.
不过,关于这些事情,每个人都可以按照自己所信服的方式去理解。
§4.26.4ὁ δʼ Ἡρακλῆς τὸν φύλακα τῶν μήλων ἀνελών, καὶ ταῦτα ἀποκομίσας πρὸς Εὐρυσθέα, καὶ τοὺς ἄθλους ἀποτετελεκώς, προσεδέχετο τῆς ἀθανασίας τεύξεσθαι, καθάπερ ὁ Ἀπόλλων ἔχρησεν.
而赫拉克勒斯杀死了苹果的看守者,将它们带回给欧律斯透斯,并在完成了所有的大功之后,预料到自己将获得不朽,正如阿波罗的神谕所预言的那样。

词汇与语法注释

  1. §4.26.1μετὰ Πειρίθου — 介词短语 μετὰ Πειρίθου 既可以修饰动词 ἀνήγαγεν,暗示赫拉克勒斯将忒修斯和皮里托奥斯两人都从冥界解救出来,也可以修饰名词 Θησέα,意为“(与皮里托奥斯一同被囚禁的)忒修斯(独自被救出)”。尽管在普遍的神话传统中皮里托奥斯被留在了冥界,但狄奥多洛斯的句法在此允许(或保持模糊)两人皆被救出的解释。
  2. §4.26.2μῆλα — 古希腊语词汇 μῆλον 是一个同音异义词,既有“苹果”的意思,也有“羊”的意思。此处该词的双重含义构成了将神话中超自然的“金苹果(χρυσᾶ μῆλα)”合理解释(去神话化)为现实中“美丽的羊群”的语言基础。
  3. §4.26.3Δράκοντα δὲ — 此处句法发生了破格(anacoluthon)或转变,从前句由 ἔνιοι δὲ λέγουσιν ὅτι... 引导的 ὅ官从句,通过连词 δὲ 直接过渡到了宾格加不定式结构(宾格 Δράκοντα 搭配不定式 τηρεῖν 和 ἀποκτείνειν)。此外,该词在此被作为专有名词“德拉孔”对待,以将神话中的怪物“巨龙(δράκων)”合理解释为一名强壮的人类看守。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.26.1-4.26.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.26.1-4.26.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。