Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.24.1-4.24.7

赫拉克勒斯在阿居里尤姆受拜与重返意大利

第 260 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯在阿居里尤姆受到等同于奥林匹斯诸神的盛大欢迎,并在此通过神圣的兆头确信了自己的不朽,因而在当地建造了以其名字命名的湖泊及伊奥拉乌斯的圣域。随后他渡海前往意大利,处理了与拉喀尼乌斯和克罗托那相关的事件。

§4.24.1μετὰ δὲ ταῦτα διελθὼν τὸ Λεοντῖνον πεδίον, τὸ μὲν κάλλος τῆς χώρας ἐθαύμασε, πρὸς δὲ τοὺς τιμῶντας αὐτὸν οἰκείως διατιθέμενος ἀπέλιπε παρʼ αὐτοῖς ἀθάνατα μνημεῖα τῆς ἑαυτοῦ παρουσίας.
此后,他穿过莱翁蒂尼平原,对那片土地的美丽赞叹不已,并对款待他的人们表现出亲切的态度,在他们那里留下了关于自己驾临的不朽纪念。
ἴδιον δέ τι συνέβη γενέσθαι περὶ τὴν πόλιν τῶν Ἀγυριναίων.
此外,在阿居里奈乌斯人的城市周围,发生了一件奇特的事情。
ἐν ταύτῃ γὰρ τιμηθεὶς ἐπʼ ἴσης τοῖς Ὀλυμπίοις θεοῖς πανηγύρεσι καὶ θυσίαις λαμπραῖς, καίπερ κατὰ τοὺς ἔμπροσθεν χρόνους οὐδεμίαν θυσίαν προσδεχόμενος, τότε πρώτως συνευδόκησε, τοῦ δαιμονίου τὴν ἀθανασίαν αὐτῷ προσημαίνοντος.
因为在这座城市里,他受到与奥林匹斯诸神同等的盛大节日和祭祀的尊崇,尽管在以前他从未接受过任何祭祀,但这次他首次表示赞同,因为神圣的力量向他预示了他的不朽。
§4.24.2ὁδοῦ γὰρ οὔσης οὐκ ἄπωθεν τῆς πόλεως πετρώδους, αἱ βόες τὰ ἴχνη καθάπερ ἐπὶ κηροῦ τινος ἀπετυποῦντο.
因为在距离城市不远处有一条多石的道路,牛群却像踩在蜡上一样,在上面留下了它们的足迹。
ὁμοίως δὲ καὶ αὐτῷ τῷ Ἡρακλεῖ τούτου συμβαίνοντος, καὶ τοῦ ἄθλου δεκάτου τελουμένου, νομίσας ἤδη τι λαμβάνειν τῆς ἀθανασίας, προσεδέχετο τὰς τελουμένας ὑπὸ τῶν ἐγχωρίων κατʼ ἐνιαυτὸν θυσίας.
而同样的事情也发生在赫拉克勒斯自己身上,且由于第十项大功正值完成之际,他认为自己已经获得了某种程度的不朽,于是便接受了当地居民每年所举行的祭祀。
§4.24.3διόπερ τοῖς εὐδοκουμένοις τὰς χάριτας ἀποδιδούς, πρὸ μὲν τῆς πόλεως κατεσκεύασε λίμνην, ἔχουσαν τὸν περίβολον σταδίων τεττάρων, ἣν ἐπώνυμον αὐτῷ καλεῖσθαι προσέταξεν· ὡσαύτως δὲ καὶ τῶν βοῶν τοῖς ἀποτυπωθεῖσιν ἴχνεσι τὴν ἐφʼ ἑαυτοῦ προσηγορίαν ἐπιθείς, τέμενος κατεσκεύασεν ἥρωι Γηρυόνῃ, ὃ μέχρι τοῦ νῦν τιμᾶται παρὰ τοῖς ἐγχωρίοις.
因此,为了向那些讨他欢心的人报恩,他在城市前面建造了一个周长为四斯塔德的湖泊,并命令用他的名字来命名它;同样地,他也将自己的名字赋予了留有牛群足迹的地方,并为英雄革律翁建造了一座圣域,这直到今天仍受到当地居民的尊崇。
§4.24.4Ἰολάου τε τοῦ ἀδελφιδοῦ συστρατεύοντος τέμενος ἀξιόλογον ἐποίησε, καὶ τιμὰς καὶ θυσίας κατέδειξεν αὐτῷ γίνεσθαι κατʼ ἐνιαυτὸν τὰς μέχρι τοῦ νῦν τηρουμένας· πάντες γὰρ οἱ κατὰ ταύτην τὴν πόλιν οἰκοῦντες ἐκ γενετῆς τὰς κόμας Ἰολάῳ τρέφουσι, μέχρι ἂν ὅτου θυσίαις μεγαλοπρεπέσι καλλιερήσαντες τὸν θεὸν ἵλεων κατασκευάσωσι.
他还为与他一同征战的侄子伊奥拉乌斯建造了一座瞩目的圣域,并规定了每年向他献上的尊崇与祭祀,这些仪式一直保留到今天;因为所有居住在这座城市里的人,自出生起就为伊奥拉乌斯留长发,直到他们通过隆重的祭祀获得吉兆、使这位神明息怒并施予恩惠为止。
§4.24.5τοσαύτη δʼ ἐστὶν ἁγνεία καὶ σεμνότης περὶ τὸ τέμενος ὥστε τοὺς μὴ τελοῦντας τὰς εἰθισμένας θυσίας παῖδας ἀφώνους γίνεσθαι καὶ τοῖς τετελευτηκόσιν ὁμοίους.
这座圣域的纯洁与庄严是如此之大,以至于那些不献上惯常祭祀的孩子会变得无法说话,并且如同死人一般。
ἀλλʼ οὗτοι μέν, ὅταν εὔξηταί τις ἀποδώσειν τὴν θυσίαν καὶ ἐνέχυρον τῆς θυσίας ἀναδείξῃ τῷ θεῷ, παραχρῆμα ἀποκαθίστασθαί φασι τοὺς τῇ προειρημένῃ νόσῳ κατεχομένους.
但据说,这些人只要有人许愿献祭并向神明展示祭祀的担保,那些患有上述疾病的孩子就会立刻康复。
§4.24.6οἱ δʼ οὖν ἐγχώριοι τούτοις ἀκολούθως τὴν μὲν πύλην, πρὸς ᾗ τὰς ἀπαντήσεις καὶ θυσίας τῷ θεῷ παρέστησαν, Ἡρακλείαν προσηγόρευσαν, ἀγῶνα δὲ γυμνικὸν καὶ ἱππικὸν καθʼ ἕκαστον ἔτος μετὰ πάσης προθυμίας ποιοῦσι.
于是,当地人便根据这些事情,将他们向神明致迎并献祭的城门命名为“赫拉克勒斯门”,并且每年都以极大的热情举行体育和马术竞技。
πανδήμου δὲ τῆς ἀποδοχῆς ἐλευθέρων τε καὶ δούλων γινομένης, κατέδειξαν καὶ τοὺς οἰκέτας ἰδίᾳ τιμῶντας τὸν θεὸν θιάσους τε συνάγειν καὶ συνιόντας εὐωχίας τε καὶ θυσίας τῷ θεῷ συντελεῖν.
此外,由于这一接待活动是面向自由人和奴隶全体人民的,他们也规定家仆们也要单独尊崇这位神明,组织祭祀团体,并聚集在一起共同举行宴会和向神献祭。
§4.24.7ὁ δʼ Ἡρακλῆς μετὰ τῶν βοῶν περαιωθεὶς εἰς τὴν Ἰταλίαν προῆγε διὰ τῆς παραλίας, καὶ Λακίνιον μὲν κλέπτοντα τῶν βοῶν ἀνεῖλε, Κρότωνα δὲ ἀκουσίως ἀποκτείνας ἔθαψε μεγαλοπρεπῶς καὶ τάφον αὐτοῦ κατεσκεύασε· προεῖπε δὲ καὶ τοῖς ἐγχωρίοις ὅτι κατὰ τοὺς ὕστερον χρόνους ἔσται πόλις ἐπίσημος ὁμώνυμος τῷ τετελευτηκότι.
另一方面,赫拉克勒斯带着牛群渡海来到意大利,沿着海岸前进,杀死了企图偷牛的拉喀尼乌斯,并在误杀了克罗托那后将他隆重安葬,为他建造了陵墓;他还向当地人预言,在以后的时代里,将会建立一座与死者同名的著名城市。

词汇与语法注释

  1. §4.24.1τοῦ δαιμονίου τὴν ἀθανασίαν αὐτῷ προσημαίνοντος — 属格独立结构(genitive absolute),表原因(“因为神圣的力量预示着……”)。
  2. §4.24.2νομίσας ἤδη τι λαμβάνειν — 不定式 λαμβάνειν 的逻辑主语与分词 νομίσας 的主语(赫拉克勒斯)相同,因此被省略,而不是采用宾格不定式(AcI)结构。
  3. §4.24.4μέχρι ἂν ὅτου — 连词短语,后接虚拟式(此处为 κατασκευάσωσι),表示“直到……之时”的时间界限。
  4. §4.24.5ἀποκαθίστασθαι — 由动词 φασί(人们说)引导的宾格不定式结构(AcI),其逻辑主语是句首的 οὗτοι... 以及后面的 τοὺς τῇ προειρημένῃ νόσῳ κατεχομένους(患有上述疾病的孩子们)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.24.1-4.24.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.24.1-4.24.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。