§4.25.1αὐτὸς δʼ ἐγκυκλωθεὶς τὸν Ἀδρίαν καὶ πεζῇ περιελθὼν τὸν προειρημένον κόλπον κατήντησεν εἰς τὴν Ἤπειρον, ἐξ ἧς πορευθεὶς εἰς τὴν Πελοπόννησον, καὶ τετελεκὼς τὸν δέκατον ἆθλον, ἔλαβε πρόσταγμα παρʼ Εὐρυσθέως τὸν ἐξ ᾅδου Κέρβερον πρὸς τὸ φῶς ἀγαγεῖν.
一方、彼自身はアドリア海を迂回し、徒歩で前述の湾を回ってエペイロスに到着し、そこからペロポネソスへと進み、10番目の難業を終えて、エウリュステウスから、ハデスからケルベロスを光のもとへと連れてくるようにとの命令を受けた。
πρὸς δὲ τοῦτον τὸν ἆθλον ὑπολαβὼν συνοίσειν αὑτῷ, παρῆλθεν εἰς τὰς Ἀθήνας καὶ μετέσχε τῶν ἐν Ἐλευσῖνι μυστηρίων, Μουσαίου τοῦ Ὀρφέως υἱοῦ τότε προεστηκότος τῆς τελετῆς.
この難業に対して、自分にとって有益になるであろうと考えて、彼はアテナイへとやって来て、当時オルフェウスの息子ムサイオスが儀式を主宰していた、エレウシスの秘儀に参入した。
§4.25.2ἐπεὶ δʼ Ὀρφέως ἐμνήσθημεν, οὐκ ἀνοίκειόν ἐστι παρεκβάντας βραχέα περὶ αὐτοῦ διελθεῖν.
ところで、私たちがオルフェウスについて言及したのであるから、わき道に逸れて、彼について手短に論じることは不適切ではない。
οὗτος γὰρ ἦν υἱὸς μὲν Οἰάγρου, Θρᾷξ δὲ τὸ γένος, παιδείᾳ δὲ καὶ μελῳδίᾳ καὶ ποιήσει πολὺ προέχων τῶν μνημονευομένων·
なぜなら、この者はオイアグロスの息子であり、生まれはトラキア人であって、教養と歌唱と詩作において、語り継がれている人々をはるかに凌駕していたからである。
καὶ γὰρ ποίημα συνετάξατο θαυμαζόμενον καὶ τῇ κατὰ τὴν ᾠδὴν εὐμελείᾳ διαφέρον.
というのも、彼は称賛され、歌における美しい旋律において傑出した詩を作った。
ἐπὶ τοσοῦτο δὲ προέβη τῇ δόξῃ ὥστε δοκεῖν τῇ μελῳδίᾳ θέλγειν τά τε θηρία καὶ τὰ δένδρα.
そして、彼は名声において非常に高まったため、歌声によって野獣たちや木々をも魅了すると思われるほどであった。
§4.25.3περὶ δὲ παιδείαν ἀσχοληθεὶς καὶ τὰ περὶ τῆς θεολογίας μυθολογούμενα μαθών, ἀπεδήμησε μὲν εἰς Αἴγυπτον, κἀκεῖ πολλὰ προσεπιμαθὼν μέγιστος ἐγένετο τῶν Ἑλλήνων ἔν τε ταῖς θεολογίαις καὶ ταῖς τελεταῖς καὶ ποιήμασι καὶ μελῳδίαις.
教養に没頭し、神学に関して語られている神話を学んだ彼は、エジプトへと旅立ち、そこでさらに多くのことを学び足して、神学、儀礼、詩作、歌唱においてギリシア人の中で最も偉大になった。
§4.25.4συνεστρατεύσατο δὲ καὶ τοῖς Ἀργοναύταις, καὶ διὰ τὸν ἔρωτα τὸν πρὸς τὴν γυναῖκα καταβῆναι μὲν εἰς ᾅδου παραδόξως ἐτόλμησε, τὴν δὲ Φερσεφόνην διὰ τῆς εὐμελείας ψυχαγωγήσας ἔπεισε συνεργῆσαι ταῖς ἐπιθυμίαις καὶ συγχωρῆσαι τὴν γυναῖκα αὐτοῦ τετελευτηκυῖαν ἀναγαγεῖν ἐξ ᾅδου παραπλησίως τῷ Διονύσῳ·
また、彼はアルゴナウタイとともに遠征し、妻への愛ゆえに、驚くべきことにハデスへ下ることを敢えて行い、美しい歌声でペルセポネの心を奪って、自身の望みに協力し、死んだ彼の妻をディオニュソスと同様にハデスから連れ戻すことを許すように説得した。
καὶ γὰρ ἐκεῖνον μυθολογοῦσιν ἀναγαγεῖν τὴν μητέρα Σεμέλην ἐξ ᾅδου, καὶ μεταδόντα τῆς ἀθανασίας Θυώνην μετονομάσαι.
というのも、あの者も母セメレをハデスから連れ戻し、不死性を分け与えてテュオネと改名したと神話で語られているからである。
ἡμεῖς δʼ ἐπεὶ περὶ Ὀρφέως διεληλύθαμεν, μεταβησόμεθα πάλιν ἐπὶ τὸν Ἡρακλέα.
さて、私たちはオルフェウスについて語り終えたので、再びヘラクレスへと戻ることにしよう。