§4.24.1μετὰ δὲ ταῦτα διελθὼν τὸ Λεοντῖνον πεδίον, τὸ μὲν κάλλος τῆς χώρας ἐθαύμασε, πρὸς δὲ τοὺς τιμῶντας αὐτὸν οἰκείως διατιθέμενος ἀπέλιπε παρʼ αὐτοῖς ἀθάνατα μνημεῖα τῆς ἑαυτοῦ παρουσίας.
この後、彼はレオンティノイの平野を通り過ぎて、その土地の美しさに驚嘆し、自分を敬う人々に対して親切な態度で接しながら、彼らのもとに自身の滞在の不滅の記念碑を残した。
ἴδιον δέ τι συνέβη γενέσθαι περὶ τὴν πόλιν τῶν Ἀγυριναίων.
ところで、アギュリオン人の都市の周辺で、ある奇妙なことが起こった。
ἐν ταύτῃ γὰρ τιμηθεὶς ἐπʼ ἴσης τοῖς Ὀλυμπίοις θεοῖς πανηγύρεσι καὶ θυσίαις λαμπραῖς, καίπερ κατὰ τοὺς ἔμπροσθεν χρόνους οὐδεμίαν θυσίαν προσδεχόμενος, τότε πρώτως συνευδόκησε, τοῦ δαιμονίου τὴν ἀθανασίαν αὐτῷ προσημαίνοντος.
というのも、この都市において彼はオリンピアの神々と同等に盛大なお祭りと犠牲式によって敬われたが、それ以前の時代にはいかなる犠牲をも受け入れなかったにもかかわらず、そのとき初めてこれに同意したのである。 神的な力が彼に不死性をあらかじめ示していたからである。
§4.24.2ὁδοῦ γὰρ οὔσης οὐκ ἄπωθεν τῆς πόλεως πετρώδους, αἱ βόες τὰ ἴχνη καθάπερ ἐπὶ κηροῦ τινος ἀπετυποῦντο.
というのも、都市から遠くないところに岩だらけの道があったのだが、牛たちがまるで蝋の上であるかのようにその足跡を刻み残したからである。
ὁμοίως δὲ καὶ αὐτῷ τῷ Ἡρακλεῖ τούτου συμβαίνοντος, καὶ τοῦ ἄθλου δεκάτου τελουμένου, νομίσας ἤδη τι λαμβάνειν τῆς ἀθανασίας, προσεδέχετο τὰς τελουμένας ὑπὸ τῶν ἐγχωρίων κατʼ ἐνιαυτὸν θυσίας.
そしてヘラクレス自身にも同様のことが起こり、また10番目の難業が完遂されつつあったため、彼は自分がすでに不死性の一部を得つつあると考え、現地の人々によって毎年捧げられる犠牲を受け入れるようになった。
§4.24.3διόπερ τοῖς εὐδοκουμένοις τὰς χάριτας ἀποδιδούς, πρὸ μὲν τῆς πόλεως κατεσκεύασε λίμνην, ἔχουσαν τὸν περίβολον σταδίων τεττάρων, ἣν ἐπώνυμον αὐτῷ καλεῖσθαι προσέταξεν·
それゆえ、自分を喜ばせてくれた人々(自分に好意を示してくれた人々)に返礼を施し、都市の前に、周囲4スタディオンの湖を建設し、これを自分の名にちなんで呼ぶように命じた。
ὡσαύτως δὲ καὶ τῶν βοῶν τοῖς ἀποτυπωθεῖσιν ἴχνεσι τὴν ἐφʼ ἑαυτοῦ προσηγορίαν ἐπιθείς, τέμενος κατεσκεύασεν ἥρωι Γηρυόνῃ, ὃ μέχρι τοῦ νῦν τιμᾶται παρὰ τοῖς ἐγχωρίοις.
同様に、牛たちの足跡が刻まれた場所にも、自身の名から取った名称を与え、英雄ゲリュオネスのために聖域を造った。 これは今日まで現地の住人たちの間で敬われている。
§4.24.4Ἰολάου τε τοῦ ἀδελφιδοῦ συστρατεύοντος τέμενος ἀξιόλογον ἐποίησε, καὶ τιμὰς καὶ θυσίας κατέδειξεν αὐτῷ γίνεσθαι κατʼ ἐνιαυτὸν τὰς μέχρι τοῦ νῦν τηρουμένας·
また、ともに遠征していた甥のイオラオスのためにも見事な聖域を造り、彼に対して毎年行われる、今日まで維持されている栄誉と犠牲式を定めた。
πάντες γὰρ οἱ κατὰ ταύτην τὴν πόλιν οἰκοῦντες ἐκ γενετῆς τὰς κόμας Ἰολάῳ τρέφουσι, μέχρι ἂν ὅτου θυσίαις μεγαλοπρεπέσι καλλιερήσαντες τὸν θεὸν ἵλεων κατασκευάσωσι.
というのも、この都市に住む人々は皆、生まれたときから髪の毛をイオラオスのために伸ばし、壮麗な犠牲によって良い兆しを得て、この神を宥めてからでなければ、それを切らないからである。
§4.24.5τοσαύτη δʼ ἐστὶν ἁγνεία καὶ σεμνότης περὶ τὸ τέμενος ὥστε τοὺς μὴ τελοῦντας τὰς εἰθισμένας θυσίας παῖδας ἀφώνους γίνεσθαι καὶ τοῖς τετελευτηκόσιν ὁμοίους.
その聖域をめぐる清浄さと厳かさは非常に大きく、慣例の犠牲を捧げない子供たちは口がきけなくなり、死人のようになるほどであった。
ἀλλʼ οὗτοι μέν, ὅταν εὔξηταί τις ἀποδώσειν τὴν θυσίαν καὶ ἐνέχυρον τῆς θυσίας ἀναδείξῃ τῷ θεῷ, παραχρῆμα ἀποκαθίστασθαί φασι τοὺς τῇ προειρημένῃ νόσῳ κατεχομένους.
しかし、誰かが犠牲を捧げることを誓い、犠牲の保証を神に示すと、前述の病に罹っている者たちは直ちに回復すると言われている。
§4.24.6οἱ δʼ οὖν ἐγχώριοι τούτοις ἀκολούθως τὴν μὲν πύλην, πρὸς ᾗ τὰς ἀπαντήσεις καὶ θυσίας τῷ θεῷ παρέστησαν, Ἡρακλείαν προσηγόρευσαν, ἀγῶνα δὲ γυμνικὸν καὶ ἱππικὸν καθʼ ἕκαστον ἔτος μετὰ πάσης προθυμίας ποιοῦσι.
そこで、現地の人々はこれらに従って、神への出迎えと犠牲式を執り行った門を「ヘラクレス門」と呼び、毎年、体育と競馬の競技をこの上ない熱意をもって開催している。
πανδήμου δὲ τῆς ἀποδοχῆς ἐλευθέρων τε καὶ δούλων γινομένης, κατέδειξαν καὶ τοὺς οἰκέτας ἰδίᾳ τιμῶντας τὸν θεὸν θιάσους τε συνάγειν καὶ συνιόντας εὐωχίας τε καὶ θυσίας τῷ θεῷ συντελεῖν.
そして、自由人も奴隷も同様にこの歓迎に加わるため、彼らは、奴隷たちも個別にこの神を敬い、信者会を組織して、集まって神のための祝宴と犠牲式を執り行うように定めた。
§4.24.7ὁ δʼ Ἡρακλῆς μετὰ τῶν βοῶν περαιωθεὶς εἰς τὴν Ἰταλίαν προῆγε διὰ τῆς παραλίας, καὶ Λακίνιον μὲν κλέπτοντα τῶν βοῶν ἀνεῖλε, Κρότωνα δὲ ἀκουσίως ἀποκτείνας ἔθαψε μεγαλοπρεπῶς καὶ τάφον αὐτοῦ κατεσκεύασε·
一方、ヘラクレスは牛たちとともにイタリアへと渡って沿岸を進み、牛たちを盗もうとしたラキニオスを殺害し、また誤ってクロトンを殺してしまったときには彼を壮麗に埋葬してその墓を築いた。
προεῖπε δὲ καὶ τοῖς ἐγχωρίοις ὅτι κατὰ τοὺς ὕστερον χρόνους ἔσται πόλις ἐπίσημος ὁμώνυμος τῷ τετελευτηκότι.
そして彼は現地の人々に、のちの時代にその死者と同名の、名高い都市ができるであろうと預言した。