Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.21.1-4.21.7

赫拉克勒斯造访罗马与平定库迈平原的巨人

第 257 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯在台伯河畔(今罗马)受到热情款待,并确立了向其奉献十分之一财产的习俗。随后他前往库迈平原,在众神的协助下击败了无法无天的巨人们。

§4.21.1Ἡρακλῆς δὲ διελθὼν τήν τε τῶν Λιγύων καὶ τὴν τῶν Τυρρηνῶν χώραν, καταντήσας πρὸς τὸν Τίβεριν ποταμὸν κατεστρατοπέδευσεν οὗ νῦν ἡ Ῥώμη ἐστίν.
赫拉克勒斯穿过利古里亚人和第勒尼安人的土地,抵达台伯河畔,在如今罗马所在地扎下营盘。
ἀλλʼ αὕτη μὲν πολλαῖς γενεαῖς ὕστερον ὑπὸ Ῥωμύλου τοῦ Ἄρεος ἐκτίσθη, τότε δέ τινες τῶν ἐγχωρίων κατῴκουν ἐν τῷ νῦν καλουμένῳ Παλατίῳ, μικρὰν παντελῶς πόλιν οἰκοῦντες.
然而,这座城市是许多世代之后由阿瑞斯之子罗穆卢斯建立的,而当时一些当地居民居住在如今被称为帕拉蒂乌姆的地方,形成一个极小的城。
§4.21.2ἐν ταύτῃ δὲ τῶν ἐπιφανῶν ὄντες ἀνδρῶν Κάκιος καὶ Πινάριος ἐδέξαντο τὸν Ἡρακλέα ξενίοις ἀξιολόγοις καὶ δωρεαῖς κεχαρισμέναις ἐτίμησαν· καὶ τούτων τῶν ἀνδρῶν ὑπομνήματα μέχρι τῶνδε τῶν καιρῶν διαμένει κατὰ τὴν Ῥώμην.
在这个城里,显赫人物卡基乌斯和皮纳里乌斯以隆重的款待接纳了赫拉克勒斯,并用令人愉悦的礼物尊崇他;这些人的纪念碑直到我们的时代仍留存在罗马。
τῶν γὰρ νῦν εὐγενῶν ἀνδρῶν τὸ τῶν Πιναρίων ὀνομαζομένων γένος διαμένει παρὰ τοῖς Ῥωμαίοις, ὡς ὑπάρχον ἀρχαιότατον, τοῦ δὲ Κακίου ἐν τῷ Παλατίῳ κατάβασίς ἐστιν ἔχουσα λιθίνην κλίμακα τὴν ὀνομαζομένην ἀπʼ ἐκείνου Κακίαν, οὖσαν πλησίον τῆς τότε γενομένης οἰκίας τοῦ Κακίου.
因为在今天的贵族中,被称为皮纳里乌斯的氏族仍在罗马人中存续,被视为最古老的家族,而至于卡基乌斯,在帕拉蒂乌姆有一处下坡路,带有一段因他而得名‘卡基亚’的石阶,它位于当时卡基乌斯住所的附近。
§4.21.3ὁ δʼ οὖν Ἡρακλῆς ἀποδεξάμενος τὴν εὔνοιαν τῶν τὸ Παλάτιον οἰκούντων, προεῖπεν αὐτοῖς ὅτι μετὰ τὴν ἑαυτοῦ μετάστασιν εἰς θεοὺς τοῖς εὐξαμένοις ἐκδεκατεύσειν Ἡρακλεῖ τὴν οὐσίαν συμβήσεται τὸν βίον εὐδαιμονέστερον ἔχειν.
无论如何,赫拉克勒斯对帕拉蒂乌姆居民的好意表示欢迎,并预言说,在他升入神界之后,那些许愿向赫拉克勒斯献出财产十分之一的人,将会过上更加幸福的生活。
ὃ καὶ συνέβη κατὰ τοὺς ὕστερον χρόνους διαμεῖναι μέχρι τῶν καθʼ ἡμᾶς χρόνων· §4.21.4πολλοὺς γὰρ τῶν Ῥωμαίων οὐ μόνον τῶν συμμέτρους οὐσίας κεκτημένων, ἀλλὰ καὶ τῶν μεγαλοπλούτων τινὰς εὐξαμένους ἐκδεκατεύσειν Ἡρακλεῖ, καὶ μετὰ ταῦτα γενομένους εὐδαίμονας, ἐκδεκατεῦσαι τὰς οὐσίας οὔσας ταλάντων τετρακισχιλίων.
这在后来的时期里确实发生了,并一直延续到我们的时代;因为许多罗马人,不仅是拥有中等财产的人,甚至一些大富豪,也许愿向赫拉克勒斯献出十分之一,并在之后变得富裕,献出了达四千塔兰同的财产。
Λεύκολλος γὰρ ὁ τῶν καθʼ αὑτὸν Ῥωμαίων σχεδόν τι πλουσιώτατος ὢν διατιμησάμενος τὴν ἰδίαν οὐσίαν κατέθυσε τῷ θεῷ πᾶσαν τὴν δεκάτην, εὐωχίας ποιῶν συνεχεῖς καὶ πολυδαπάνους.
因为卢库鲁斯,这个几乎是他那个时代最富有的罗马人,在估算了自家的财产后,将整整十分之一献祭给这位神,举办了持续且奢侈的宴会。
κατεσκεύασαν δὲ καὶ Ῥωμαῖοι τούτῳ τῷ θεῷ παρὰ τὸν Τίβεριν ἱερὸν ἀξιόλογον, ἐν ᾧ νομίζουσι συντελεῖν τὰς ἐκ τῆς δεκάτης θυσίας.
罗马人也在台伯河畔为这位神建造了一座宏伟的神庙,他们习惯于在那里举行来自十分之一奉献的祭祀。
§4.21.5ὁ δʼ οὖν Ἡρακλῆς ἀπὸ τοῦ Τιβέρεως ἀναζεύξας, καὶ διεξιὼν τὴν παράλιον τῆς νῦν Ἰταλίας ὀνομαζομένης, κατήντησεν εἰς τὸ Κυμαῖον πεδίον, ἐν ᾧ μυθολογοῦσιν ἄνδρας γενέσθαι ταῖς τε ῥώμαις προέχοντας καὶ ἐπὶ παρανομίᾳ διωνομασμένους, οὓς ὀνομάζεσθαι γίγαντας.
无论如何,赫拉克勒斯从台伯河启程,沿着如今被称为意大利的沿海地区前行,抵达了库迈平原。 传说曾有一些在力量上出类拔萃并因无法无天而闻名的男子,他们被称为巨人。
ὠνομάσθαι δὲ καὶ τὸ πεδίον τοῦτο Φλεγραῖον ἀπὸ τοῦ λόφου τοῦ τὸ παλαιὸν ἐκφυσῶντος ἄπλατον πῦρ παραπλησίως τῇ κατὰ τὴν Σικελίαν Αἴτνῃ· καλεῖται δὲ νῦν ὁ λόφος Οὐεσουούιος, ἔχων πολλὰ σημεῖα τοῦ κεκαῦσθαι κατὰ τοὺς ἀρχαίους χρόνους.
这个平原也被称为‘弗莱格莱恩’(燃烧的),因为那座山丘在古代喷发出巨大的火焰,类似于西西里的埃特纳火山;而这座山丘现在被称为维苏威,留有许多在古代曾燃烧过的痕迹。
§4.21.6τοὺς δʼ οὖν γίγαντας πυθομένους τὴν Ἡρακλέους παρουσίαν ἀθροισθῆναι πάντας καὶ παρατάξασθαι τῷ προειρημένῳ.
无论如何,巨人们得知赫拉克勒斯的到来,便聚集在一起,排开阵势对抗前述的赫拉克勒斯。
θαυμαστῆς δὲ γενομένης μάχης κατά τε τὴν ῥώμην καὶ τὴν ἀλκὴν τῶν γιγάντων, φασὶ τὸν Ἡρακλέα, συμμαχούντων αὐτῷ τῶν θεῶν, κρατῆσαι τῇ μάχῃ, καὶ τοὺς πλείστους ἀνελόντα τὴν χώραν ἐξημερῶσαι.
在因巨人们的力量与勇猛而发生了一场惊人的战斗后,据说赫拉克勒斯在众神的协助下在战斗中获胜,并在消灭了大部分巨人后开垦了这片土地。
§4.21.7μυθολογοῦνται δʼ οἱ γίγαντες γηγενεῖς γεγονέναι διὰ τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ σῶμα μεγέθους.
此外,巨人们因其肉体极其庞大,在神话中被说成是‘大地所生者’。
καὶ περὶ μὲν τῶν ἐν Φλέγρᾳ φονευθέντων γιγάντων τοιαῦτα μυθολογοῦσί τινες, οἷς καὶ Τίμαιος ὁ συγγραφεὺς ἠκολούθησεν.
关于在弗莱格莱被杀死的巨人,有些人讲述了这样的神话,历史学家蒂迈欧也采用了他们的说法。

词汇与语法注释

  1. 4.21.1οὗ — 关系副词 οὗ 省略了作为先行词的指示副词(如 ἐνταῦθα),引导修饰动词 κατεστρατοπέδευσεν 的地点状语从句。
  2. 4.21.3συμβήσεται — 无人称动词 συμβήσεται(将会发生)的主语是带宾格的不定式短语 τὸν βίον εὐδαιμονέστερον ἔχειν,而与格分词短语 τοῖς εὐξαμένοις 则表示受此影响的对象。
  3. 4.21.4οὔσας — 现在分词 οὔσας 修饰 τὰς οὐσίας,并带上表示价值或数量的属格 ταλάντων τετρακισχιλίων。整句是由 γάρ 引导的带宾格的不定式结构(πολλοὺς... ἐκδεκατεῦσαι)。
  4. 4.21.5ὠνομάσθαι — 该不定式延续了前句动词 μυθολογοῦσιν 引导的间接引语,与主语宾格 τὸ πεδίον τοῦτο 构成带宾格的不定式结构。
  5. 4.21.6ἀθροισθῆναι — 这些不定式(ἀθροισθῆναι 和 παρατάξασθαι)属于历史叙事中的间接引语,依赖于省略的表示“据说”或“传说”的动词,其主语宾格为 τοὺς γίγαντας。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.21.1-4.21.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.21.1-4.21.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。