§4.21.1Ἡρακλῆς δὲ διελθὼν τήν τε τῶν Λιγύων καὶ τὴν τῶν Τυρρηνῶν χώραν, καταντήσας πρὸς τὸν Τίβεριν ποταμὸν κατεστρατοπέδευσεν οὗ νῦν ἡ Ῥώμη ἐστίν.
And Heracles, having passed through both the land of the Ligurians and that of the Tyrrhenians, arrived at the Tiber river and encamped where Rome now is.
ἀλλʼ αὕτη μὲν πολλαῖς γενεαῖς ὕστερον ὑπὸ Ῥωμύλου τοῦ Ἄρεος ἐκτίσθη, τότε δέ τινες τῶν ἐγχωρίων κατῴκουν ἐν τῷ νῦν καλουμένῳ Παλατίῳ, μικρὰν παντελῶς πόλιν οἰκοῦντες.
But this city was founded many generations later by Romulus, the son of Ares, while at that time certain of the inhabitants dwelt on what is now called the Palatine, inhabiting an altogether small city.
§4.21.2ἐν ταύτῃ δὲ τῶν ἐπιφανῶν ὄντες ἀνδρῶν Κάκιος καὶ Πινάριος ἐδέξαντο τὸν Ἡρακλέα ξενίοις ἀξιολόγοις καὶ δωρεαῖς κεχαρισμέναις ἐτίμησαν· καὶ τούτων τῶν ἀνδρῶν ὑπομνήματα μέχρι τῶνδε τῶν καιρῶν διαμένει κατὰ τὴν Ῥώμην.
And in this city, Cacius and Pinarius, who were among the prominent men, received Heracles with notable hospitality and honored him with pleasing gifts; and monuments of these men remain in Rome down to these times.
τῶν γὰρ νῦν εὐγενῶν ἀνδρῶν τὸ τῶν Πιναρίων ὀνομαζομένων γένος διαμένει παρὰ τοῖς Ῥωμαίοις, ὡς ὑπάρχον ἀρχαιότατον, τοῦ δὲ Κακίου ἐν τῷ Παλατίῳ κατάβασίς ἐστιν ἔχουσα λιθίνην κλίμακα τὴν ὀνομαζομένην ἀπʼ ἐκείνου Κακίαν, οὖσαν πλησίον τῆς τότε γενομένης οἰκίας τοῦ Κακίου.
For among the noble men of today, the family called that of the Pinarii still remains among the Romans, as being of ancient origin, and as for Cacius, there is a descent on the Palatine which has a stone stairway named Cacia after him, being near the house of Cacius which existed at that time.
§4.21.3ὁ δʼ οὖν Ἡρακλῆς ἀποδεξάμενος τὴν εὔνοιαν τῶν τὸ Παλάτιον οἰκούντων, προεῖπεν αὐτοῖς ὅτι μετὰ τὴν ἑαυτοῦ μετάστασιν εἰς θεοὺς τοῖς εὐξαμένοις ἐκδεκατεύσειν Ἡρακλεῖ τὴν οὐσίαν συμβήσεται τὸν βίον εὐδαιμονέστερον ἔχειν.
Heracles, at any rate, welcoming the goodwill of those who inhabited the Palatine, foretold to them that after his own translation to the gods, it would happen that those who vowed to dedicate a tenth of their property to Heracles would lead a happier life.
ὃ καὶ συνέβη κατὰ τοὺς ὕστερον χρόνους διαμεῖναι μέχρι τῶν καθʼ ἡμᾶς χρόνων· §4.21.4πολλοὺς γὰρ τῶν Ῥωμαίων οὐ μόνον τῶν συμμέτρους οὐσίας κεκτημένων, ἀλλὰ καὶ τῶν μεγαλοπλούτων τινὰς εὐξαμένους ἐκδεκατεύσειν Ἡρακλεῖ, καὶ μετὰ ταῦτα γενομένους εὐδαίμονας, ἐκδεκατεῦσαι τὰς οὐσίας οὔσας ταλάντων τετρακισχιλίων.
And this has actually happened and continued in later times down to our own days; for many of the Romans, not only those of moderate means but also some of the very wealthy, having vowed to dedicate a tenth to Heracles and having afterward become prosperous, dedicated a tenth of their estates, which amounted to four thousand talents.
Λεύκολλος γὰρ ὁ τῶν καθʼ αὑτὸν Ῥωμαίων σχεδόν τι πλουσιώτατος ὢν διατιμησάμενος τὴν ἰδίαν οὐσίαν κατέθυσε τῷ θεῷ πᾶσαν τὴν δεκάτην, εὐωχίας ποιῶν συνεχεῖς καὶ πολυδαπάνους.
For Lucullus, who was almost the wealthiest of the Romans of his time, having appraised his own property, sacrificed a full tenth of it to the god, holding continuous and very expensive banquets.
κατεσκεύασαν δὲ καὶ Ῥωμαῖοι τούτῳ τῷ θεῷ παρὰ τὸν Τίβεριν ἱερὸν ἀξιόλογον, ἐν ᾧ νομίζουσι συντελεῖν τὰς ἐκ τῆς δεκάτης θυσίας.
The Romans also constructed a notable temple to this god beside the Tiber, in which they are accustomed to perform the sacrifices from the tithe.
§4.21.5ὁ δʼ οὖν Ἡρακλῆς ἀπὸ τοῦ Τιβέρεως ἀναζεύξας, καὶ διεξιὼν τὴν παράλιον τῆς νῦν Ἰταλίας ὀνομαζομένης, κατήντησεν εἰς τὸ Κυμαῖον πεδίον, ἐν ᾧ μυθολογοῦσιν ἄνδρας γενέσθαι ταῖς τε ῥώμαις προέχοντας καὶ ἐπὶ παρανομίᾳ διωνομασμένους, οὓς ὀνομάζεσθαι γίγαντας.
Heracles, at any rate, breaking camp from the Tiber and passing along the coast of what is now called Italy, arrived at the Cumaean plain, in which they relate that there once lived men outstanding in strength and renowned for their lawlessness, who were called Giants.
ὠνομάσθαι δὲ καὶ τὸ πεδίον τοῦτο Φλεγραῖον ἀπὸ τοῦ λόφου τοῦ τὸ παλαιὸν ἐκφυσῶντος ἄπλατον πῦρ παραπλησίως τῇ κατὰ τὴν Σικελίαν Αἴτνῃ· καλεῖται δὲ νῦν ὁ λόφος Οὐεσουούιος, ἔχων πολλὰ σημεῖα τοῦ κεκαῦσθαι κατὰ τοὺς ἀρχαίους χρόνους.
And this plain was also called Phlegraean from the hill which in ancient times breathed out an immense fire, in a manner similar to Etna in Sicily; and this hill is now called Vesuvius, having many signs of having been burnt in ancient times.
§4.21.6τοὺς δʼ οὖν γίγαντας πυθομένους τὴν Ἡρακλέους παρουσίαν ἀθροισθῆναι πάντας καὶ παρατάξασθαι τῷ προειρημένῳ.
The Giants, at any rate, learning of the presence of Heracles, gathered all together and drew themselves up in battle array against the aforementioned.
θαυμαστῆς δὲ γενομένης μάχης κατά τε τὴν ῥώμην καὶ τὴν ἀλκὴν τῶν γιγάντων, φασὶ τὸν Ἡρακλέα, συμμαχούντων αὐτῷ τῶν θεῶν, κρατῆσαι τῇ μάχῃ, καὶ τοὺς πλείστους ἀνελόντα τὴν χώραν ἐξημερῶσαι.
And when a wonderful battle took place because of the strength and valor of the Giants, they say that Heracles, with the gods fighting on his side, prevailed in the battle, and having slain most of them, he civilized the land.
§4.21.7μυθολογοῦνται δʼ οἱ γίγαντες γηγενεῖς γεγονέναι διὰ τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ σῶμα μεγέθους.
And the Giants are mythologically said to have been earth-born because of the extraordinary size of their bodies.
καὶ περὶ μὲν τῶν ἐν Φλέγρᾳ φονευθέντων γιγάντων τοιαῦτα μυθολογοῦσί τινες, οἷς καὶ Τίμαιος ὁ συγγραφεὺς ἠκολούθησεν.
And concerning the Giants slain in Phlegra, some tell such stories, whom also Timaeus the historian followed.