§4.20.1οἱ δὲ ταύτην τὴν χώραν οἰκοῦντες Λίγυες νέμονται γῆν τραχεῖαν καὶ παντελῶς λυπράν· τῶν δʼ ἐγχωρίων ταῖς ἐργασίαις καὶ ταῖς τῆς κακοπαθειας ὑπερβολαῖς φέρει καρποὺς πρὸς βίαν ὀλίγους.
居住在这片土地上的利古里亚人生活在险峻且极其贫瘠的土地上;由于当地人的劳作和极度的艰辛,土地只能艰难地带来少量的收成。
διὸ καὶ τοῖς ὄγκοις εἰσὶ συνεσταλμένοι καὶ διὰ τὴν συνεχῆ γυμνασίαν εὔτονοι· τῆς γὰρ κατὰ τὴν τρυφὴν ῥᾳστώνης πολὺ κεχωρισμένοι ἐλαφροὶ μὲν ταῖς εὐκινησίαις εἰσίν, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσι ταῖς ἀλκαῖς διάφοροι.
因此,他们的身材精干,并因持续的锻炼而强健;因为他们远离奢华带来的安逸,所以身手敏捷轻盈,在战争的搏斗中,他们因其勇武而杰出。
§4.20.2καθόλου δὲ τῶν πλησιοχώρων τὸ πονεῖν συνεχῶς ἠσκηκότων, καὶ τῆς χώρας πολλῆς ἐργασίας προσδεομένης, εἰθίκασι τὰς γυναῖκας τῶν κακοπαθειῶν τῶν ἐν ταῖς ἐργασίαις κοινωνοὺς ποιεῖσθαι.
总的来说,由于这片邻近地区的居民习惯了不断劳作,且土地也需要大量的耕作,所以他们习以为常地让妇女们共同分担劳动中的艰辛。
μισθοῦ δὲ παρʼ ἀλλήλοις ἐργαζομένων τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν, ἴδιόν τι καὶ παράδοξον καθʼ ἡμᾶς συνέβη περὶ μίαν γυναῖκα γενέσθαι.
在男女互相雇佣、为薪资而工作的情况下,在我们的时代,关于一个女人发生了一件奇特而令人难以置信的事情。
§4.20.3ἔγκυος γὰρ οὖσα καὶ μετὰ τῶν ἀνδρῶν ἐργαζομένη μισθοῦ, μεταξὺ συνεχομένη ταῖς ὠδῖσιν ἀπῆλθεν εἴς τινας θάμνους ἀθορύβως·
她当时怀有身孕,正与男人们一起为了薪资而工作,在劳动期间她突然阵痛发作,便悄无声息地避入了一处灌木丛中。
ἐν οἷς τεκοῦσα, καὶ τὸ παιδίον φύλλοις ἐνειλήσασα, τοῦτο μὲν ἀπέκρυψεν, αὐτὴ δὲ συμμίξασα τοῖς ἐργαζομένοις τὴν αὐτὴν ἐκείνοις ὑπέμεινε κακοπάθειαν, οὐδὲν δηλώσασα περὶ τοῦ συμβεβηκότος.
她在那里生下了孩子,用树叶把婴儿包裹起来并隐藏好,而她自己则回到劳动者中间,忍受着与他们相同的劳苦,对所发生的事未露半点风声。
τοῦ βρέφους δὲ κλαυθμυριζομένου, καὶ τῆς πράξεως φανερᾶς γενομένης, ὁ μὲν ἐφεστηκὼς οὐδαμῶς ἠδύνατο πεῖσαι παύσασθαι τῶν ἔργων·
然而,随着婴儿开始啼哭,这件事情败露了,尽管监工极力劝说,也根本无法说服她停止工作。
ἡ δʼ οὐ πρότερον ἀπέστη τῆς κακοπαθείας, ἕως ὁ μισθωσάμενος ἐλεήσας καὶ τὸν μισθὸν ἀποδοὺς ἀπέλυσε τῶν ἔργων.
她不肯停止劳苦,直到雇主心生怜悯,支付了她工钱并免除了她的工作。