§4.21.1Ἡρακλῆς δὲ διελθὼν τήν τε τῶν Λιγύων καὶ τὴν τῶν Τυρρηνῶν χώραν, καταντήσας πρὸς τὸν Τίβεριν ποταμὸν κατεστρατοπέδευσεν οὗ νῦν ἡ Ῥώμη ἐστίν.
ヘラクレスは、リグリア人の地とティレニア人の地を通り抜け、ティベリス川に至り、現在ローマがある場所に宿営した。
ἀλλʼ αὕτη μὲν πολλαῖς γενεαῖς ὕστερον ὑπὸ Ῥωμύλου τοῦ Ἄρεος ἐκτίσθη, τότε δέ τινες τῶν ἐγχωρίων κατῴκουν ἐν τῷ νῦν καλουμένῳ Παλατίῳ, μικρὰν παντελῶς πόλιν οἰκοῦντες.
しかし、この都市は多くの世代の後にアレスの子ロムルスによって創建されたものであり、当時は現地の人々の一部が現在パラティウムと呼ばれている場所に住み、極めて小さな町をなしていた。
§4.21.2ἐν ταύτῃ δὲ τῶν ἐπιφανῶν ὄντες ἀνδρῶν Κάκιος καὶ Πινάριος ἐδέξαντο τὸν Ἡρακλέα ξενίοις ἀξιολόγοις καὶ δωρεαῖς κεχαρισμέναις ἐτίμησαν·
この町において、高名な男たちであったカキオスとピナリオスがヘラクレスを素晴らしいもてなしで迎え、喜ばしい贈り物で彼を称えた。
καὶ τούτων τῶν ἀνδρῶν ὑπομνήματα μέχρι τῶνδε τῶν καιρῶν διαμένει κατὰ τὴν Ῥώμην.
そして、これらの男たちの記念碑は、今日に至るまでローマに残っている。
τῶν γὰρ νῦν εὐγενῶν ἀνδρῶν τὸ τῶν Πιναρίων ὀνομαζομένων γένος διαμένει παρὰ τοῖς Ῥωμαίοις, ὡς ὑπάρχον ἀρχαιότατον, τοῦ δὲ Κακίου ἐν τῷ Παλατίῳ κατάβασίς ἐστιν ἔχουσα λιθίνην κλίμακα τὴν ὀνομαζομένην ἀπʼ ἐκείνου Κακίαν, οὖσαν πλησίον τῆς τότε γενομένης οἰκίας τοῦ Κακίου.
というのも、今日の貴族たちのうち、ピナリウス家と呼ばれる氏族が、きわめて古い家系としてローマ人の間に存続しているし、カキオスのほうは、パラティウムに石段のある下り坂があり、彼にちなんでカキアと呼ばれており、それは当時カキオスの家があった場所の近くにあるからである。
§4.21.3ὁ δʼ οὖν Ἡρακλῆς ἀποδεξάμενος τὴν εὔνοιαν τῶν τὸ Παλάτιον οἰκούντων, προεῖπεν αὐτοῖς ὅτι μετὰ τὴν ἑαυτοῦ μετάστασιν εἰς θεοὺς τοῖς εὐξαμένοις ἐκδεκατεύσειν Ἡρακλεῖ τὴν οὐσίαν συμβήσεται τὸν βίον εὐδαιμονέστερον ἔχειν.
ともあれヘラクレスは、パラティウムの住人たちの好意を歓迎し、自分が神々のもとへ去った後、ヘラクレスに財産の十分の一を捧げることを誓った者たちには、より幸福な生活を送ることができるようになるだろうと予言した。
ὃ καὶ συνέβη κατὰ τοὺς ὕστερον χρόνους διαμεῖναι μέχρι τῶν καθʼ ἡμᾶς χρόνων·
そしてそれは、後世にわたって、我々の時代に至るまで存続することとなった。
§4.21.4πολλοὺς γὰρ τῶν Ῥωμαίων οὐ μόνον τῶν συμμέτρους οὐσίας κεκτημένων, ἀλλὰ καὶ τῶν μεγαλοπλούτων τινὰς εὐξαμένους ἐκδεκατεύσειν Ἡρακλεῖ, καὶ μετὰ ταῦτα γενομένους εὐδαίμονας, ἐκδεκατεῦσαι τὰς οὐσίας οὔσας ταλάντων τετρακισχιλίων.
なぜなら、ローマ人の多くが、中等度の財産を所有する者たちだけでなく、大富豪たちの中の幾人かもまた、ヘラクレスに十分の一を捧げることを誓い、その後富裕になって、四千タラントンにも及ぶ財産の十分の一を捧げたからである。
Λεύκολλος γὰρ ὁ τῶν καθʼ αὑτὸν Ῥωμαίων σχεδόν τι πλουσιώτατος ὢν διατιμησάμενος τὴν ἰδίαν οὐσίαν κατέθυσε τῷ θεῷ πᾶσαν τὴν δεκάτην, εὐωχίας ποιῶν συνεχεῖς καὶ πολυδαπάνους.
実際、同時代のローマ人の中でほぼ最も裕福であったルクルスは、自らの財産を査定した上で、その十分の一すべてをこの神に捧げ、絶えざる贅を尽くした饗宴を催した。
κατεσκεύασαν δὲ καὶ Ῥωμαῖοι τούτῳ τῷ θεῷ παρὰ τὸν Τίβεριν ἱερὸν ἀξιόλογον, ἐν ᾧ νομίζουσι συντελεῖν τὰς ἐκ τῆς δεκάτης θυσίας.
また、ローマ人たちもティベリス川のほとりにこの神のための立派な神殿を建設し、そこで十分の一の捧げ物による犠牲式を執り行うこととしている。
§4.21.5ὁ δʼ οὖν Ἡρακλῆς ἀπὸ τοῦ Τιβέρεως ἀναζεύξας, καὶ διεξιὼν τὴν παράλιον τῆς νῦν Ἰταλίας ὀνομαζομένης, κατήντησεν εἰς τὸ Κυμαῖον πεδίον, ἐν ᾧ μυθολογοῦσιν ἄνδρας γενέσθαι ταῖς τε ῥώμαις προέχοντας καὶ ἐπὶ παρανομίᾳ διωνομασμένους, οὓς ὀνομάζεσθαι γίγαντας.
さて、ヘラクレスはティベリス川から出発し、現在イタリアと呼ばれている地の沿岸部を通り抜けて、クマイの平野へと至った。 そこには、力において優れ、無法さによって名を馳せた男たちがかつて存在し、彼らは巨人と呼ばれていたと伝えられている。
ὠνομάσθαι δὲ καὶ τὸ πεδίον τοῦτο Φλεγραῖον ἀπὸ τοῦ λόφου τοῦ τὸ παλαιὸν ἐκφυσῶντος ἄπλατον πῦρ παραπλησίως τῇ κατὰ τὴν Σικελίαν Αἴτνῃ·
また、この平野はフレグライオスとも呼ばれていたが、それは古代においてシケリアのエトナ山と同じように凄まじい火を吹き出していた丘があったからである。
καλεῖται δὲ νῦν ὁ λόφος Οὐεσουούιος, ἔχων πολλὰ σημεῖα τοῦ κεκαῦσθαι κατὰ τοὺς ἀρχαίους χρόνους.
その丘は現在ウェスウィウスと呼ばれており、古代に燃えていたことを示す多くの兆候を留めている。
§4.21.6τοὺς δʼ οὖν γίγαντας πυθομένους τὴν Ἡρακλέους παρουσίαν ἀθροισθῆναι πάντας καὶ παρατάξασθαι τῷ προειρημένῳ.
ともあれ、巨人たちはヘラクレスの到来を知ると、全員が集結し、前述のヘラクレスに対して陣を敷いた。
θαυμαστῆς δὲ γενομένης μάχης κατά τε τὴν ῥώμην καὶ τὴν ἀλκὴν τῶν γιγάντων, φασὶ τὸν Ἡρακλέα, συμμαχούντων αὐτῷ τῶν θεῶν, κρατῆσαι τῇ μάχῃ, καὶ τοὺς πλείστους ἀνελόντα τὴν χώραν ἐξημερῶσαι.
巨人たちの力と勇猛さのために凄まじい戦闘となったが、神々がヘラクレスに加勢したため、ヘラクレスが戦闘に勝利し、その大半を殺害してこの地を開墾したと言われている。
§4.21.7μυθολογοῦνται δʼ οἱ γίγαντες γηγενεῖς γεγονέναι διὰ τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ σῶμα μεγέθους.
また、巨人たちはその肉体の並外れた大きさのために、大地の精であったと伝説で語られている。
καὶ περὶ μὲν τῶν ἐν Φλέγρᾳ φονευθέντων γιγάντων τοιαῦτα μυθολογοῦσί τινες, οἷς καὶ Τίμαιος ὁ συγγραφεὺς ἠκολούθησεν.
そして、フレグラにおいて殺害された巨人たちについては、一部の人々がこのように語っており、歴史家ティマイオスもまた彼らに従っている。