§4.14.1τελέσας δὲ τοῦτον τὸν ἆθλον τὸν Ὀλυμπικὸν ἀγῶνα συνεστήσατο, κάλλιστον τῶν τόπων πρὸς τηλικαύτην πανήγυριν προκρίνας τὸ παρὰ τὸν Ἀλφειὸν ποταμὸν πεδίον, ἐν ᾧ τὸν ἀγῶνα τοῦτον τῷ Διὶ τῷ πατρίῳ καθιέρωσε.
完成了这项劳役后,他创立了奥林匹亚竞技会,在阿尔斐俄斯河畔的平原选定为如此盛大庆典的最美场所,并在此将这项竞技会奉献给父神宙斯。
στεφανίτην δʼ αὐτὸν ἐποίησεν, ὅτι καὶ αὐτὸς εὐηργέτησε τὸ γένος τῶν ἀνθρώπων οὐδένα λαβὼν μισθόν.
他将其定为以花冠为奖赏的竞技会,因为他自己也曾在不获取任何报酬的情况下造福人类。
§4.14.2τὰ δʼ ἀθλήματα πάντα αὐτὸς ἀδηρίτως ἐνίκησε, μηδενὸς τολμήσαντος αὐτῷ συγκριθῆναι διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς, καίπερ τῶν ἀθλημάτων ἐναντίων ἀλλήλοις ὄντων·
他本人毫无争议地赢得了所有的竞技项目,由于其无与伦比的卓越才能,没有人敢与他相提并论,尽管这些竞技项目彼此相互对立。
τὸν γὰρ πύκτην ἢ παγκρατιαστὴν τοῦ σταδιέως δύσκολον περιγενέσθαι, καὶ πάλιν τὸν ἐν τοῖς κούφοις ἀθλήμασι πρωτεύοντα καταγωνίσασθαι τοὺς ἐν τοῖς βαρέσιν ὑπερέχοντας δυσχερὲς κατανοῆσαι.
因为拳击手或潘克拉辛选手极难战胜短跑选手,同样,也很难想象在轻竞技项目中领先的人能够击败那些在重竞技项目中杰出的人。
διόπερ εἰκότως ἐγένετο τιμιώτατος ἁπάντων τῶν ἀγώνων οὗτος, τὴν ἀρχὴν ἀπʼ ἀγαθοῦ λαβών.
因此,这项竞技会理所当然地成为所有竞技中最受尊崇的,它从一位善者那里获得了开端。
§4.14.3οὐκ ἄξιον δὲ παραλιπεῖν οὐδὲ τὰς ὑπὸ τῶν θεῶν αὐτῷ δοθείσας δωρεὰς διὰ τὴν ἀρετήν.
也不应忽略众神因他的卓越才能而赠予他的礼物。
ἀπὸ γὰρ τῶν πολέμων τραπέντος αὐτοῦ πρὸς ἀνέσεις τε καὶ πανηγύρεις, ἔτι δʼ ἑορτὰς καὶ ἀγῶνας, ἐτίμησαν αὐτὸν δωρεαῖς οἰκείαις ἕκαστος τῶν θεῶν, Ἀθηνᾶ μὲν πέπλῳ, Ἥφαιστος δὲ ῥοπάλῳ καὶ θώρακι· καὶ πρὸς ἀλλήλους ἐφιλοτιμήθησαν οἱ προειρημένοι θεοὶ κατὰ τὰς τέχνας, τῆς μὲν πρὸς εἰρηνικὴν ἀπόλαυσιν καὶ τέρψιν, τοῦ δὲ πρὸς τὴν τῶν πολεμικῶν κινδύνων ἀσφάλειαν.
因为当他从战争转向休息、庆典、节日和竞技时,众神中的每一位都用各自特有的礼物向他表示敬意:雅典娜赠予长袍,赫菲斯托斯赠予棍棒和胸甲;上述众神还根据各自的手艺互相竞争,前者为了和平的享受和娱乐,后者为了抵御战争危险的安全。
τῶν δʼ ἄλλων Ποσειδῶν μὲν ἵππους ἐδωρήσατο, Ἑρμῆς δὲ ξίφος, Ἀπόλλων δὲ τόξον τε ἔδωκε καὶ τοξεύειν ἐδίδαξε, Δημήτηρ δὲ πρὸς τὸν καθαρμὸν τοῦ Κενταύρων φόνου τὰ μικρὰ μυστήρια συνεστήσατο, τὸν Ἡρακλέα τιμῶσα.
在其他神中,波塞冬赠予了马匹,赫尔墨斯赠予了宝剑,阿波罗赠予了弓箭并传授了射箭技术,德墨忒尔则为了净化杀死半人马的血债,创立了小秘仪以向赫拉克勒斯致敬。
§4.14.4ἴδιον δέ τι συνέβη καὶ κατὰ τὴν γένεσιν τοῦ θεοῦ τούτου συντελεσθῆναι.
在这位神的诞生过程中,也发生了一件独特的事情。
Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δʼ Ἀλκμήνῃ· ταύτην δʼ ἀπὸ Νιόβης ἑκκαιδεκάτην οἱ μυθογράφοι γενεαλογοῦσιν·
因为宙斯最初与凡间女子、福罗纽斯的女儿尼奥贝交合,最后则与阿尔克墨涅交合;神话作家们将后者追溯为尼奥贝的第十六代后裔。
ὥστε τοῦ γεννᾶν ἀνθρώπους ἐκ μὲν τῶν ταύτης ταύτης προγόνων ἤρξατο, εἰς αὐτὴν δὲ ταύτην κατέληξεν·
因此,宙斯生育人类的历程始于这位女子的先祖,而终于这位女子本身。
ἐν ταύτῃ γὰρ τὰς πρὸς θνητὴν ὁμιλίας κατέλυσε, καὶ κατὰ τοὺς ὕστερον χρόνους οὐδένα τούτων γεννήσειν ἄξιον ἐλπίζων οὐκ ἐβουλήθη τοῖς κρείττοσιν ἐπεισάγειν τὰ χείρω.
因为在这位女子身上,他结束了与凡间女子的交往,并且预料到在后来的时代中,他将无法生育出任何配得上这些荣誉的人,因而不愿在优秀者之后引入更差的人。