§4.14.1τελέσας δὲ τοῦτον τὸν ἆθλον τὸν Ὀλυμπικὸν ἀγῶνα συνεστήσατο, κάλλιστον τῶν τόπων πρὸς τηλικαύτην πανήγυριν προκρίνας τὸ παρὰ τὸν Ἀλφειὸν ποταμὸν πεδίον, ἐν ᾧ τὸν ἀγῶνα τοῦτον τῷ Διὶ τῷ πατρίῳ καθιέρωσε.
Having finished this labor, he established the Olympic games, having selected the plain along the Alpheius river as the most beautiful of places for so great a festival, in which he dedicated this contest to Zeus the Father.
στεφανίτην δʼ αὐτὸν ἐποίησεν, ὅτι καὶ αὐτὸς εὐηργέτησε τὸ γένος τῶν ἀνθρώπων οὐδένα λαβὼν μισθόν.
And he made it a crown-contest, because he himself also had benefited the race of men, receiving no reward.
§4.14.2τὰ δʼ ἀθλήματα πάντα αὐτὸς ἀδηρίτως ἐνίκησε, μηδενὸς τολμήσαντος αὐτῷ συγκριθῆναι διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς, καίπερ τῶν ἀθλημάτων ἐναντίων ἀλλήλοις ὄντων· τὸν γὰρ πύκτην ἢ παγκρατιαστὴν τοῦ σταδιέως δύσκολον περιγενέσθαι, καὶ πάλιν τὸν ἐν τοῖς κούφοις ἀθλήμασι πρωτεύοντα καταγωνίσασθαι τοὺς ἐν τοῖς βαρέσιν ὑπερέχοντας δυσχερὲς κατανοῆσαι.
And he himself won all the contests without dispute, no one daring to be compared with him because of the excess of his virtue, even though the contests were contrary to one another; for it is difficult for a boxer or pancratiast to surpass a sprinter, and again, it is hard to conceive that one who excels in light contests should defeat those who surpass in heavy ones.
διόπερ εἰκότως ἐγένετο τιμιώτατος ἁπάντων τῶν ἀγώνων οὗτος, τὴν ἀρχὴν ἀπʼ ἀγαθοῦ λαβών.
Therefore, this contest reasonably became the most honored of all, taking its beginning from a good man.
§4.14.3οὐκ ἄξιον δὲ παραλιπεῖν οὐδὲ τὰς ὑπὸ τῶν θεῶν αὐτῷ δοθείσας δωρεὰς διὰ τὴν ἀρετήν.
And it is not right to omit even the gifts given to him by the gods because of his virtue.
ἀπὸ γὰρ τῶν πολέμων τραπέντος αὐτοῦ πρὸς ἀνέσεις τε καὶ πανηγύρεις, ἔτι δʼ ἑορτὰς καὶ ἀγῶνας, ἐτίμησαν αὐτὸν δωρεαῖς οἰκείαις ἕκαστος τῶν θεῶν, Ἀθηνᾶ μὲν πέπλῳ, Ἥφαιστος δὲ ῥοπάλῳ καὶ θώρακι· καὶ πρὸς ἀλλήλους ἐφιλοτιμήθησαν οἱ προειρημένοι θεοὶ κατὰ τὰς τέχνας, τῆς μὲν πρὸς εἰρηνικὴν ἀπόλαυσιν καὶ τέρψιν, τοῦ δὲ πρὸς τὴν τῶν πολεμικῶν κινδύνων ἀσφάλειαν.
For when he turned from wars to relaxation and festivals, and further to feasts and games, each of the gods honored him with appropriate gifts: Athena indeed with a robe, and Hephaestus with a club and a breastplate; and the aforesaid gods rivaled one another according to their crafts, the one for peaceful enjoyment and delight, the other for safety against the dangers of war.
τῶν δʼ ἄλλων Ποσειδῶν μὲν ἵππους ἐδωρήσατο, Ἑρμῆς δὲ ξίφος, Ἀπόλλων δὲ τόξον τε ἔδωκε καὶ τοξεύειν ἐδίδαξε, Δημήτηρ δὲ πρὸς τὸν καθαρμὸν τοῦ Κενταύρων φόνου τὰ μικρὰ μυστήρια συνεστήσατο, τὸν Ἡρακλέα τιμῶσα.
And of the others, Poseidon indeed gifted horses, and Hermes a sword, and Apollo gave a bow and taught him archery, and Demeter, for the purification of the slaughter of the Centaurs, established the Lesser Mysteries, honoring Heracles.
§4.14.4ἴδιον δέ τι συνέβη καὶ κατὰ τὴν γένεσιν τοῦ θεοῦ τούτου συντελεσθῆναι.
And something peculiar also happened to be accomplished concerning the birth of this god.
Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δʼ Ἀλκμήνῃ· ταύτην δʼ ἀπὸ Νιόβης ἑκκαιδεκάτην οἱ μυθογράφοι γενεαλογοῦσιν· ὥστε τοῦ γεννᾶν ἀνθρώπους ἐκ μὲν τῶν ταύτης ταύτης προγόνων ἤρξατο, εἰς αὐτὴν δὲ ταύτην κατέληξεν· ἐν ταύτῃ γὰρ τὰς πρὸς θνητὴν ὁμιλίας κατέλυσε, καὶ κατὰ τοὺς ὕστερον χρόνους οὐδένα τούτων γεννήσειν ἄξιον ἐλπίζων οὐκ ἐβουλήθη τοῖς κρείττοσιν ἐπεισάγειν τὰ χείρω.
For Zeus united first with a mortal woman, Niobe the daughter of Phoroneus, and last with Alcmene; and the mythographers trace her genealogy as sixteenth from Niobe; so that he began his generating of men from the ancestors of this woman, and ended with this very woman; for with her he ended his intercourse with mortal women, and expecting that in subsequent times he would generate no one worthy of these things, he did not wish to introduce worse things after the better ones.