§4.15.1μετὰ δὲ ταῦτα τῶν περὶ τὴν Παλλήνην γιγάντων ἑλομένων τὸν πρὸς τοὺς ἀθανάτους πόλεμον, Ἡρακλῆς τοῖς θεοῖς συναγωνισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν γηγενῶν ἀποδοχῆς ἔτυχε τῆς μεγίστης.
此后,当帕勒涅附近的巨人挑起针对神明的战争时,赫拉克勒斯与众神并肩作战,杀指了许多地底之子,因而获得了极大的尊崇。
Ζεὺς γὰρ τοὺς μὲν συναγωνισαμένους τῶν θεῶν μόνους ὠνόμασεν Ὀλυμπίους, ἵνα τῇ ταύτης τιμῇ ὁ ἀγαθὸς κοσμηθεὶς ἐπωνυμίᾳ διαφέρῃ τοῦ χείρονος·
因为宙斯仅将与他一同作战的众神命名为“奥林波斯神”,以便让受到这一称号荣誉点缀的善者能够与劣者区别开来。
ἠξίωσε δὲ ταύτης τῆς προσηγορίας τῶν ἐκ θνητῶν γυναικῶν γενομένων Διόνυσον καὶ Ἡρακλέα, οὐ μόνον ὅτι πατρὸς ἦσαν Διός, ἀλλὰ διότι καὶ τὴν προαίρεσιν ὁμοίαν ἔσχον, εὐεργετήσαντες μεγάλα τὸν βίον τῶν ἀνθρώπων.
在凡人女子所生的人中,他认为狄奥尼索斯和赫拉克勒斯配得上这一称呼,这不仅是因为他们以宙斯为父,更是因为他们有着相似的志向,极大地造福了人类的生活。
§4.15.2Ζεὺς δέ, Προμηθέως παραδόντος τὸ πῦρ τοῖς ἀνθρώποις, δεσμοῖς κατελάβετο καὶ παρέστησεν ἀετὸν τὸν ἐσθίοντα τὸ ἧπαρ αὐτοῦ.
当普罗米修斯将火种交给人类时,宙斯用锁链将他禁锢,并派了一只鹰去吃他的肝脏。
Ἡρακλῆς δʼ ὁρῶν τῆς τιμωρίας αὐτὸν τυγχάνοντα διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν, τὸν μὲν ἀετὸν κατετόξευσε, τὸν δὲ Δία πείσας λῆξαι τῆς ὀργῆς ἔσωσε τὸν κοινὸν εὐεργέτην.
赫拉克勒斯看到他因造福人类而遭受惩罚,便射杀了那只鹰,并说服宙斯平息愤怒,解救了这位共同的恩人。
§4.15.3μετὰ δὲ ταῦτα ἔλαβεν ἆθλον ἀγαγεῖν τὰς Διομήδους τοῦ Θρᾳκὸς ἵππους.
此后,他接受了带回色雷斯人迪奥墨得斯的牝马这一劳役。
αὗται δὲ χαλκᾶς μὲν φάτνας εἶχον διὰ τὴν ἀγριότητα, ἁλύσεσι δὲ σιδηραῖς διὰ τὴν ἰσχὺν ἐδεσμεύοντο, τροφὴν δʼ ἐλάμβανον οὐ τὴν ἐκ γῆς φυομένην, ἀλλὰ τὰ τῶν ξένων μέλη διαιρούμεναι τροφὴν εἶχον τὴν συμφορὰν τῶν ἀκληρούντων.
这些牝马因其凶残而配有青铜马槽,因其强壮而用铁链锁着,它们所食用的并非土地里长出来的东西,而是通过撕碎外邦人的肢体,将不幸者的灾难作为它们的食物。
ταύτας ὁ Ἡρακλῆς βουλόμενος χειρώσασθαι τὸν κύριον Διομήδην παρέβαλε, καὶ ταῖς τοῦ παρανομεῖν διδάξαντος σαρξὶν ἐκπληρώσας τὴν ἔνδειαν τῶν ζῴων εὐπειθεῖς ἔσχεν.
赫拉克勒斯为了驯服它们,将它们的主人迪奥墨得斯投喂给它们,用这位传授不法行为之人的肉填饱了这些野兽的饥饿,从而使它们变得驯服。
§4.15.4Εὐρυσθεὺς δʼ ἀχθεισῶν πρὸς αὐτὸν τῶν ἵππων ταύτας μὲν ἱερὰς ἐποίησεν Ἥρας, ὧν τὴν ἐπιγονὴν συνέβη διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος βασιλείας.
当这些牝马被带到欧律斯透斯面前时,他将它们奉献给赫拉为圣物,它们的一直繁衍到马其顿国王亚历山大统治时期。
τοῦτον δὲ τὸν ἆθλον ἐπιτελέσας μετʼ Ἰάσονος συνεξέπλευσε συστρατεύσων ἐπὶ τὸ χρυσόμαλλον δέρος εἰς Κόλχους.
完成了这项劳役后,他与伊阿宋一同乘船出发,前往科尔基斯远征金羊毛。
ἀλλὰ περὶ μὲν τούτων ἐν τῇ τῶν Ἀργοναυτῶν στρατείᾳ τὰ κατὰ μέρος διέξιμεν.
不过,关于这些事情,我们将在阿耳戈船英雄远征的篇章中进行详细叙述。