§4.13.1μετὰ δὲ ταῦτʼ ἔλαβε πρόσταγμα τὴν χρυσόκερων μὲν οὖσαν ἔλαφον, τάχει δὲ διαφέρουσαν, ἀγαγεῖν.
在这些事情之后,他接受了将一只长着金角、速度超群的牝鹿带回来的命令。
τοῦτον δὲ τὸν ἆθλον συντελῶν τὴν ἐπίνοιαν ἔσχεν οὐκ ἀχρηστοτέραν τῆς κατὰ τὸ σῶμα ῥώμης.
在完成这项劳役时,他运用了不亚于其肉体力量的实用智慧。
οἱ μὲν γάρ φασιν αὐτὴν ἄρκυσιν ἑλεῖν, οἱ δὲ διὰ τῆς στιβείας χειρώσασθαι καθεύδουσαν, τινὲς δὲ συνεχεῖ διωγμῷ καταπονῆσαι· πλὴν ἄνευ βίας καὶ κινδύνων διὰ τῆς κατὰ τὴν ψυχὴν ἀγχινοίας τὸν ἆθλον τοῦτον κατειργάσατο.
因为有人说他是用网捕获了它,有人说他是通过追踪在其睡觉时将其制服,还有人说他是通过不断的追赶使其疲惫不堪;总之,他在没有使用武力和面临危险的情况下,通过精神的机智完成了这项劳役。
§4.13.2ὁ δʼ Ἡρακλῆς πρόσταγμα λαβὼν τὰς ἐκ τῆς Στυμφαλίδος λίμνης ὄρνιθας ἐξελάσαι, τέχνῃ καὶ ἐπινοίᾳ ῥᾳδίως συνετέλεσε τὸν ἆθλον.
赫拉克勒斯接到将斯廷法洛斯湖中的鸟群驱逐出去的命令后,凭借技术和智慧轻易地完成了这项劳役。
ἐπεπόλασε γάρ, ὡς ἔοικεν, ὀρνίθων πλῆθος ἀμύθητον, καὶ τοὺς ἐν τῇ πλησίον χώρᾳ καρποὺς ἐλυμαίνετο.
因为正如所见,那里聚集了无数的鸟群,并且糟蹋了附近土地上的作物。
βίᾳ μὲν οὖν ἀδύνατον ἦν χειρώσασθαι τὰ ζῷα διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους, φιλοτέχνου δʼ ἐπινοίας ἡ πρᾶξις προσεδεῖτο.
因此,由于数量过于庞大,靠武力制服这些动物是不可能的,这项工作需要巧妙的智谋。
διόπερ κατασκευάσας χαλκῆν πλαταγήν, καὶ διὰ ταύτης ἐξαίσιον κατασκευάζων ψόφον, ἐξεφόβει τὰ ζῷα, καὶ πέρας τῇ συνεχείᾳ τοῦ κρότου ῥᾳδίως ἐκπολιορκήσας καθαρὰν ἐποίησε τὴν λίμνην.
于是,他制作了一个青铜制的响板,并以此发出巨大的声响,使这些动物感到惊恐,最终由于声音的持续不断,他轻易地将它们驱离,使湖泊变得干净。
§4.13.3τελέσας δὲ καὶ τοῦτον τὸν ἆθλον ἔλαβε παρʼ Εὐρυσθέως πρόσταγμα τὴν αὐλὴν τὴν Αὐγέου καθᾶραι μηδενὸς βοηθοῦντος· αὕτη δʼ ἐκ πολλῶν χρόνων ἠθροισμένην κόπρον εἶχεν ἄπλατον, ἣν ὕβρεως ἕνεκεν Εὐρυσθεὺς προσέταξε καθᾶραι.
完成了这项劳役后,他从欧律斯透斯那里接到命令,要在没有任何人帮助的情况下清理奥革阿斯的牛舍;这牛舍里积存了多年来数量惊人的粪便,欧律斯透斯为了羞辱他,命令他去清理。
ὁ δʼ Ἡρακλῆς τὸ μὲν τοῖς ὤμοις ἐξενεγκεῖν ταύτην ἀπεδοκίμασεν, ἐκκλίνων τὴν ἐκ τῆς ὕβρεως αἰσχύνην· ἐπαγαγὼν δὲ τὸν Ἀλφειὸν καλούμενον ποταμὸν ἐπὶ τὴν αὐλήν, καὶ διὰ τοῦ ῥεύματος ἐκκαθάρας αὐτήν, χωρὶς ὕβρεως συνετέλεσε τὸν ἆθλον ἐν ἡμέρᾳ μιᾷ.
而赫拉克勒斯为了避免因这种羞辱而带来的耻辱,拒绝用双肩将这些粪便运出;他将名为阿尔斐俄斯的河流引入牛舍,利用其水流将其彻底清洗干净,在一天之内、毫无屈辱地完成了这项劳役。
διὸ καὶ θαυμάσαι τις ἂν τὴν ἐπίνοιαν· τὸ γὰρ ὑπερήφανον τοῦ προστάγματος χωρὶς αἰσχύνης ἐπετέλεσεν, οὐδὲν ὑπομείνας ἀνάξιον τῆς ἀθανασίας.
因此,任何人都会对他的智慧感到赞叹;因为他免于耻辱地完成了命令中侮辱性的部分,没有承受任何配不上他神性的屈辱。
§4.13.4μετὰ δὲ ταῦτα λαβὼν ἆθλον τὸν ἐκ Κρήτης ταῦρον ἀγαγεῖν, οὗ Πασιφάην ἐρασθῆναί φασι, πλεύσας εἰς τὴν νῆσον, καὶ Μίνω τὸν βασιλέα συνεργὸν λαβών, ἤγαγεν αὐτὸν εἰς Πελοπόννησον, τὸ τηλικοῦτον πέλαγος ἐπʼ αὐτῷ ναυστοληθείς.
在这些事情之后,他接受了将克里特岛的公牛带回的劳役,据说帕西法埃曾爱上了这只公牛。 他乘船前往该岛,并得到了国王米诺斯的协助,骑着公牛渡过了如此辽阔的海洋,将其带到了伯罗奔尼撒。