Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.12.1-4.12.8

生擒厄律曼托斯野猪与半人马之战

第 248 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯接受第三项劳役,生擒厄律曼托斯野猪并吓坏了欧律斯透斯。在此期间,他受到波洛斯的款待,由于美酒招来半人马的袭击,他虽成功击退了他们,却也导致好友波洛斯和贤者喀戎不幸身亡。

§4.12.1τρίτον δὲ πρόσταγμα ἔλαβεν ἐνεγκεῖν τὸν Ἐρυμάνθιον κάπρον ζῶντα, ὃς διέτριβεν ἐν τῇ Λαμπείᾳ τῆς Ἀρκαδίας.
作为第三项命令,他接受了生擒厄律曼托斯野猪回来的任务,这只野猪生活在阿卡迪亚的兰珀亚。
ἐδόκει δὲ τὸ πρόσταγμα τοῦτο πολλὴν ἔχειν δυσχέρειαν· ἔδει γὰρ τὸν ἀγωνιζόμενον τοιούτῳ θηρίῳ τοσαύτην ἔχειν περιουσίαν ὥστε ἐπʼ αὐτῆς τῆς μάχης ἀκριβῶς στοχάσασθαι τοῦ καιροῦ.
这项命令似乎具有极大的困难;因为与这种猛兽搏斗的人必须拥有极大的余力,以便在战斗的紧要关头精确地把握时机。
ἔτι μὲν γὰρ ἰσχύοντα ἀφεὶς αὐτὸν ἀπὸ τῶν ὀδόντων ἂν ἐκινδύνευσε, πλέον δὲ τοῦ δέοντος καταπολεμήσας ἀπέκτεινεν, ὥστε τὸν ἆθλον ὑπάρχειν ἀσυντέλεστον.
因为一方面,如果他在野猪尚有气力时放任它,他就会面临被其獠牙所伤的危险;而另一方面,如果他用力过猛将其制服,就会将其杀死,从而使这项劳役无法完成。
§4.12.2ὅμως δὲ κατὰ τὴν μάχην ταμιευσάμενος ἀκριβῶς τὴν συμμετρίαν ἀπήνεγκε τὸν κάπρον ζῶντα πρὸς Εὐρυσθέα· ὃν ἰδὼν ὁ βασιλεὺς ἐπὶ τῶν ὤμων φέροντα, καὶ φοβηθείς, ἔκρυψεν ἑαυτὸν εἰς χαλκοῦν πίθον.
尽管如此,他在战斗中精确地调配了适当的分寸,将活着的野猪带回交给了欧律斯透斯;国王一见他双肩扛着野猪走来,吓得魂飞魄散,把自己藏进了一个青铜瓮中。
§4.12.3ἅμα δὲ τούτοις πραττομένοις Ἡρακλῆς κατηγωνίσατο τοὺς ὀνομαζομένους Κενταύρους διὰ τοιαύτας αἰτίας.
在做这些事情的同时,赫拉克勒斯由于以下原因打败了所谓的半人马。
Φόλος ἦν Κένταυρος, ἀφʼ οὗ συνέβη τὸ πλησίον ὄρος Φολόην ὀνομασθῆναι· οὗτος ξενίοις δεχόμενος Ἡρακλέα τὸν κατακεχωσμένον οἴνου πίθον ἀνέῳξε.
有一个名叫波洛斯的半人马,附近的波洛埃山就是因他而得名;他热情地款待赫拉克勒斯,并打开了埋在土里的酒瓮。
τοῦτον γὰρ μυθολογοῦσι τὸ παλαιὸν Διόνυσον παρατεθεῖσθαί τινι Κενταύρῳ, καὶ προστάξαι τότε ἀνοῖξαι ὅταν Ἡρακλῆς παραγένηται.
因为人们传说,古时候狄奥尼索斯将这瓮酒寄存在某位半人马那里,并命令他在赫拉克勒斯到来时将其打开。
διόπερ ὕστερον τέτταρσι γενεαῖς ἐπιξενωθέντος αὐτοῦ μνησθῆναι τὸν Φόλον τῆς Διονύσου παραγγελίας.
因此,在四代之后赫拉克勒斯作为客人来访时,波洛斯想起了狄奥尼索斯的嘱托。
§4.12.4ἀνοιχθέντος οὖν τοῦ πίθου, καὶ τῆς εὐωδίας διὰ τὴν παλαιότητα καὶ δύναμιν τοῦ οἴνου προσπεσούσης τοῖς πλησίον οἰκοῦσι Κενταύροις, συνέβη διοιστρηθῆναι τούτους· διὸ καὶ προσπεσόντες ἀθρόοι τῇ οἰκήσει τοῦ Φόλου καταπληκτικῶς ὥρμησαν πρὸς ἁρπαγήν.
于是酒瓮被打开了,由于酒的陈年和浓烈,香气传到了住在附近的半人马那里,导致他们陷入了狂乱;因此,他们成群结队地冲向波洛斯的住所,极其恐怖地开始抢劫。
§4.12.5ὁ μὲν οὖν Φόλος φοβηθεὶς ἔκρυψεν ἑαυτόν, ὁ δʼ Ἡρακλῆς παραδόξως συνεπλάκη τοῖς βιαζομένοις· ἔδει γὰρ διαγωνίζεσθαι πρὸς τοὺς ἀπὸ μὲν μητρὸς ὄντας θεούς, τὸ δὲ τάχος ἔχοντας ἵππων, ῥώμῃ δὲ δισωμάτους θῆρας, ἐμπειρίαν δὲ καὶ σύνεσιν ἔχοντας ἀνδρῶν.
波洛斯因害怕而藏了起来,赫拉克勒斯却出人意料地与那些强行闯入的人展开了搏斗;因为他必须与这样的一群对手交战:他们母方是神,拥有马的速度,力量上是双躯的猛兽,而在经验和智慧上则拥有人类的能力。
τῶν δὲ Κενταύρων οἱ μὲν πεύκας αὐτορρίζους ἔχοντες ἐπῇσαν, οἱ δὲ πέτρας μεγάλας, τινὲς δὲ λαμπάδας ἡμμένας, ἕτεροι δὲ βουφόνους πελέκεις.
在半人马中,有人手持连根拔起的松树冲了上来,有人拿着巨大的岩石,有人拿着点燃的火把,还有人拿着宰牛的双刃斧。
§4.12.6ὁ δʼ ἀκαταπλήκτως ὑποστὰς ἀξίαν τῶν προκατειργασμένων συνεστήσατο μάχην.
但他毫不畏惧地挺身抗击,展开了一场配得上他此前伟业的战斗。
συνηγωνίζετο δʼ αὐτοῖς ἡ μήτηρ Νεφέλη πολὺν ὄμβρον ἐκχέουσα, διʼ οὗ τοὺς μὲν τετρασκελεῖς οὐκ ἔβλαπτε, τῷ δὲ δυσὶν ἠρεισμένῳ σκέλεσι τὴν βάσιν ὀλισθηρὰν κατεσκεύαζεν.
他们的母亲涅斐勒也倾注下暴雨来协助他们,暴雨并没有伤害到四条腿的半人马,却使依靠双腿站立的赫拉克勒斯的立足点变得滑溜。
ἀλλʼ ὅμως τοὺς τοιούτοις προτερήμασι πλεονεκτοῦντας Ἡρακλῆς παραδόξως κατηγωνίσατο, καὶ τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δʼ ὑπολειφθέντας φυγεῖν ἠνάγκασε.
尽管如此,赫拉克勒斯还是出人意料地打败了那些占有如此优势的对手,杀死了他们中的大多数,并迫使剩下的人逃跑。
§4.12.7τῶν δʼ ἀναιρεθέντων Κενταύρων ὑπῆρχον ἐπιφανέστατοι Δάφνις καὶ Ἀργεῖος καὶ Ἀμφίων, ἔτι δὲ Ἱπποτίων καὶ Ὄρειος καὶ Ἰσοπλὴς καὶ Μελαγχαίτης, πρὸς δὲ τούτοις Θηρεὺς καὶ Δούπων καὶ Φρίξος.
在被杀死的半人马中,最著名的有达普尼斯、阿尔格伊奥斯和安菲翁,此外还有希波提翁、奥雷奥斯、伊索普莱斯和梅兰开特斯,此外还有泰雷乌斯、杜蓬和普里克索斯。
τῶν δὲ διαφυγόντων τὸν κίνδυνον ὕστερον ἕκαστος τιμωρίας ἠξιώθη· ὅμαδος μὲν γὰρ ἐν Ἀρκαδίᾳ τὴν Εὐρυσθέως ἀδελφὺν Ἀλκυόνην βιαζόμενος ἀνῃρέθη.
那些逃脱危险的人,后来也都一一受到了应有的惩罚;因为霍马多斯在阿卡迪亚企图强暴欧律斯透斯的姐妹阿尔库俄涅时被杀。
ἐφʼ ᾧ συνέβη θαυμασθῆναι τὸν Ἡρακλέα διαφερόντως· τὸν μὲν γὰρ ἐχθρὸν κατʼ ἰδίαν ἐμίσησε, τὴν δʼ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν.
因为这件事,赫拉克勒斯受到了极大的赞赏;因为他虽然在私下里仇视自己的敌人,但怜悯受辱的女性,认为应当以仁厚为先。
§4.12.8ἴδιον δέ τι συνέβη καὶ περὶ τὸν Ἡρακλέους φίλον τὸν ὀνομαζόμενον Φόλον.
另外,在赫拉克勒斯那位名叫波洛斯的友人身上,也发生了一件奇异的事。
οὗτος γὰρ διὰ τὴν συγγένειαν θάπτων τοὺς πεπτωκότας Κενταύρους, καὶ βέλος ἔκ τινος ἐξαιρῶν, ὑπὸ τῆς ἀκίδος ἐπλήγη, καὶ τὸ τραῦμα ἔχων ἀνίατον ἐτελεύτησεν.
因为他出于同族之情,在埋葬死去的半人马时,试图从其中一具尸体上拔出箭矢,结果被箭头划伤,因伤口无法医治而死。
ὃν Ἡρακλῆς μεγαλοπρεπῶς θάψας ὑπὸ τὸ ὄρος ἔθηκεν, ὃ στήλης ἐνδόξου γέγονε κρεῖττον· Φολόη γὰρ ὀνομαζόμενον διὰ τῆς ἐπωνυμίας μηνύει τὸν ταφέντα καὶ οὐ διʼ ἐπιγραφῆς.
赫拉克勒斯将他隆重安葬,安置在这座山下,这座山比光荣的纪念碑还要伟大;因为通过“波洛埃”这一名称,它无需墓志铭,就以其名称昭示了安葬于此的人。
ὁμοίως δὲ καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ θαυμαζόμενον ἀκουσίως τόξου βολῇ διέφθειρε.
同样,他也在无意中用一记弓箭,射死了因医术而备受赞誉的喀戎。
καὶ περὶ μὲν τῶν Κενταύρων ἱκανῶς ἡμῖν εἰρήσθω.
关于半人马的事,我们说这些也就足够了。

词汇与语法注释

  1. 4.12.1ἔτι μὲν γὰρ ἰσχύοντα ἀφεὶς αὐτὸν ἀπὸ τῶν ὀδόντων ἂν ἐκινδύνευσε, πλέον δὲ τοῦ δέοντος καταπολεμήσας ἀπέκτεινεν — 分词 ἀφεὶς(“如果放任它”)与 καταπολεμήσας(“如果过度制服”)在此皆充当过去虚拟条件。前半句归结小句中的 ἂν 与 ἂν ἐκινδύνευσε 的 aorist 直陈式连用,该 ἂν 亦共用于由 δέ 连接的后半句动词 ἀπέκτεινεν(aorist 直陈式),共同构成“如果过度用力就会将其杀死”的虚拟语气结果。
  2. 4.12.1τοσαύτην ἔχειν περιουσίαν ὥστε ἐπʼ αὐτῆς τῆς μάχης ἀκριβῶς στοχάσασθαι τοῦ καιροῦ — 名词 περιουσία 在此处非指通常的“财富”,而是指在战斗中能够游刃有余、精准控制力道与时机的“能力的盈余”或“绝对的技艺优势”。由 ὥστε 引导的不定式从句(στοχάσασθαι)表示结果,用以体现赫拉克勒斯在捕猎野猪时必须具备极高水准的掌控力。
  3. 4.12.7τὸν μὲν γὰρ ἐχθρὸν κατʼ ἰδίαν ἐμίσησε, τὴν δʼ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν. — 动词 ὑπελάμβανεν 的主语是赫拉克勒斯本人。句意为:他虽然私下里憎恨其仇敌(欧律斯透斯),但同情即将遭到强暴的女性,因而(在自身道德抉择中)“认为应当以仁厚/公正(ἐπιείκεια)为先(或在此展现超越性)”。尽管该动词也可以理解为一般人(即“人们认为他卓越”),但从描述其个人道德抉择与行为动机的上下文来看,以赫拉克勒斯为主语最为自然。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.12.1-4.12.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.12.1-4.12.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。