§4.13.1μετὰ δὲ ταῦτʼ ἔλαβε πρόσταγμα τὴν χρυσόκερων μὲν οὖσαν ἔλαφον, τάχει δὲ διαφέρουσαν, ἀγαγεῖν.
これらの後に、彼は金の角を持ち、速さにおいて傑出した鹿を、生きたまま連れてくるよう命令を受けた。
τοῦτον δὲ τὸν ἆθλον συντελῶν τὴν ἐπίνοιαν ἔσχεν οὐκ ἀχρηστοτέραν τῆς κατὰ τὸ σῶμα ῥώμης.
この試練を遂行するにあたり、彼は肉体の力に劣らず有用な知恵を用いた。
οἱ μὲν γάρ φασιν αὐτὴν ἄρκυσιν ἑλεῖν, οἱ δὲ διὰ τῆς στιβείας χειρώσασθαι καθεύδουσαν, τινὲς δὲ συνεχεῖ διωγμῷ καταπονῆσαι·
というのも、ある人々は彼がそれを網で捕らえたと言い、他の人々は追跡によって眠っているところを制圧したと言い、別の人々は絶え間ない追跡によって疲れ果てさせたと言うからである。
πλὴν ἄνευ βίας καὶ κινδύνων διὰ τῆς κατὰ τὴν ψυχὴν ἀγχινοίας τὸν ἆθλον τοῦτον κατειργάσατο.
いずれにせよ、暴力や危険を伴うことなく、精神の機転によって、彼はこの試練を成し遂げた。
§4.13.2ὁ δʼ Ἡρακλῆς πρόσταγμα λαβὼν τὰς ἐκ τῆς Στυμφαλίδος λίμνης ὄρνιθας ἐξελάσαι, τέχνῃ καὶ ἐπινοίᾳ ῥᾳδίως συνετέλεσε τὸν ἆθλον.
ヘラクレスは、ステュムパロス湖から鳥たちを追い払うという命令を受け、技術と知恵によって容易にその試練を遂行した。
ἐπεπόλασε γάρ, ὡς ἔοικεν, ὀρνίθων πλῆθος ἀμύθητον, καὶ τοὺς ἐν τῇ πλησίον χώρᾳ καρποὺς ἐλυμαίνετο.
というのも、どうやら無数の鳥の群れがそこに群がり、近隣の地域の作物を荒らしていたからである。
βίᾳ μὲν οὖν ἀδύνατον ἦν χειρώσασθαι τὰ ζῷα διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους, φιλοτέχνου δʼ ἐπινοίας ἡ πρᾶξις προσεδεῖτο.
したがって、群れの数のあまりの多さのために、力ずくでこれら動物を制圧することは不可能であり、この任務は巧みな知恵を必要としていた。
διόπερ κατασκευάσας χαλκῆν πλαταγήν, καὶ διὰ ταύτης ἐξαίσιον κατασκευάζων ψόφον, ἐξεφόβει τὰ ζῷα, καὶ πέρας τῇ συνεχείᾳ τοῦ κρότου ῥᾳδίως ἐκπολιορκήσας καθαρὰν ἐποίησε τὴν λίμνην.
それゆえ、彼は青銅のがらがらを作り、これによって凄まじい音を立てて動物たちを脅し、最後には絶え間ない鳴り響く音によって容易に追い払い、湖を清めた。
§4.13.3τελέσας δὲ καὶ τοῦτον τὸν ἆθλον ἔλαβε παρʼ Εὐρυσθέως πρόσταγμα τὴν αὐλὴν τὴν Αὐγέου καθᾶραι μηδενὸς βοηθοῦντος·
この試練をも終えると、彼はエウリュステウスから、アウゲイアスの牛舎を誰も手伝う者がない状態で掃除せよという命令を受けた。
αὕτη δʼ ἐκ πολλῶν χρόνων ἠθροισμένην κόπρον εἶχεν ἄπλατον, ἣν ὕβρεως ἕνεκεν Εὐρυσθεὺς προσέταξε καθᾶραι.
この牛舎には、長年にわたって積もった莫大な糞尿があり、辱めのためにエウリュステウスはそれを掃除するよう命じたのであった。
ὁ δʼ Ἡρακλῆς τὸ μὲν τοῖς ὤμοις ἐξενεγκεῖν ταύτην ἀπεδοκίμασεν, ἐκκλίνων τὴν ἐκ τῆς ὕβρεως αἰσχύνην· ἐπαγαγὼν δὲ τὸν Ἀλφειὸν καλούμενον ποταμὸν ἐπὶ τὴν αὐλήν, καὶ διὰ τοῦ ῥεύματος ἐκκαθάρας αὐτήν, χωρὶς ὕβρεως συνετέλεσε τὸν ἆθλον ἐν ἡμέρᾳ μιᾷ.
しかしヘラクレスは、辱めから生じる恥辱を避けるために、これを両肩で運び出すことを拒み、アルペイオスと呼ばれる川を牛舎へと引き込み、その流れによってそこを完全に洗い流すことで、辱めを受けることなく、一日のうちにこの試練を遂行した。
διὸ καὶ θαυμάσαι τις ἂν τὴν ἐπίνοιαν·
それゆえ、その知恵に誰もが感嘆するであろう。
τὸ γὰρ ὑπερήφανον τοῦ προστάγματος χωρὶς αἰσχύνης ἐπετέλεσεν, οὐδὲν ὑπομείνας ἀνάξιον τῆς ἀθανασίας.
というのも、彼は命令の不当な部分を恥辱なしに成し遂げ、自らの不死の運命にそぐわないいかなることも耐え忍ばなかったからである。
§4.13.4μετὰ δὲ ταῦτα λαβὼν ἆθλον τὸν ἐκ Κρήτης ταῦρον ἀγαγεῖν, οὗ Πασιφάην ἐρασθῆναί φασι, πλεύσας εἰς τὴν νῆσον, καὶ Μίνω τὸν βασιλέα συνεργὸν λαβών, ἤγαγεν αὐτὸν εἰς Πελοπόννησον, τὸ τηλικοῦτον πέλαγος ἐπʼ αὐτῷ ναυστοληθείς.
これらのことの後、パシパエーが恋に落ちたと言われる、クレタからの牡牛を連れてくるという試練を受け、その島へと航海し、王ミノスを協力者として得て、その背に乗ってこれほど広大な海を航海し、ペロポネソスへと連れて行った。