Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.11.1-4.11.6

赫拉克勒斯的发狂与最初的两项劳役

第 247 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯陷入疯狂并杀死了自己的孩子。在恢复理智并克服悲痛后,他决定服从欧律斯透斯,完成了第一项劳役(杀死涅墨亚狮子)和第二项劳役(击败勒耳那许德拉)。

§4.11.1τούτων δὲ πραχθέντων ὁ μὲν Ἡρακλῆς ἐνέπεσεν εἰς ἀθυμίαν οὐ τὴν τυχοῦσαν· τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν οὐδαμῶς ἄξιον ἔκρινε τῆς ἰδίας ἀρετῆς, τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι καὶ ἀσύμφορον ἐφαίνετο καὶ ἀδύνατον.
这些事情做完之后,赫拉克勒斯陷入了非同寻常的沮丧之中;因为一方面,他认为服侍一个比自己卑下的人绝不配得上自己的美德,而另一方面,不顺从他的父亲宙斯,似乎既不利又不可能。
εἰς πολλὴν οὖν ἀμηχανίαν ἐμπίπτοντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύτταν· ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε.
在他陷入极大困惑时,赫拉便向他降下了狂乱,他心灵痛苦,陷入了疯狂。
τοῦ πάθους δʼ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν μὲν Ἰόλαον ἐπεβάλετο κτείνειν, ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε.
随着病痛的加剧,他丧失了理智,企图杀死伊奥劳斯;但在后者逃走后,由于他与墨伽拉所生的孩子们正在附近逗留,他便将他们当作敌人用箭射死。
§4.11.2μόγις δὲ τῆς μανίας ἀπολυθείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέθει τῆς συμφορᾶς.
他艰难地从疯狂中解脱出来,并认识到自己的迷误,因这巨大灾祸的严重性而悲痛万分。
πάντων δʼ αὐτῷ συλλυπουμένων καὶ συμπενθούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνθρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις· τέλος δὲ τοῦ χρόνου τὸ πάθος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσθέα.
在众人皆同情并与他一同哀悼时,他在家中静养了很长一段时间,避开与人们的交往和会面;但最终,随着时间减轻了痛苦,他决定去承受这些危险,于是来到了欧律斯透斯面前。
§4.11.3καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα.
他接受的第一项劳役是杀死涅墨亚的狮子。
οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης.
这只狮子体型极其庞大,且不为铁、青铜和石头所伤,因此需要用双手强行制服。
διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν· εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθʼ ἣν εἰώθει φωλεύειν τὸ θηρίον.
它主要活动在迈锡尼与涅墨亚之间,靠近一座因其特征而被称作“特雷托斯”的山;因为在该山的基部有一处贯通的洞穴,这只野兽习惯于在其中筑巢。
§4.11.4ὁ δʼ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε.
赫拉克勒斯到达该地后便向它发起进攻;当野兽逃进洞穴时,他紧随其后,并堵住了两个出口中的一个,与它展开肉搏,用双臂卡住它的脖子,将其勒死。
τὴν δὲ δορὰν αὐτοῦ περιθέμενος, καὶ διὰ τὸ μέγεθος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων.
他披上它的皮,由于皮十分庞大而包裹住了自己的整个身体,将其作为防范此后危险的护具。
§4.11.5δεύτερον δʼ ἔλαβεν ἆθλον ἀποκτεῖναι τὴν Λερναίαν ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο.
他接受的第二项劳役是杀死勒耳那的许德拉,从它单薄的一个身体上塑造出了一百条长着蛇头的脖颈。
τούτων δʼ εἰ μία διαφθαρείη, διπλασίας ὁ τμηθεὶς ἀνίει τόπος· δι’ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον· τὸ γὰρ χειρωθὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήθημα.
其中如果有一条被毁,被砍断的地方就会长出两倍的头;因此它被认为是不可战胜的,这也是合乎常理的:因为它被制服的部分会提供双倍的防御力量。
§4.11.6πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καομένῃ τὸ ἀποτμηθὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος.
针对这种棘手的特性,他想出了一个巧妙的策略,命令伊奥劳斯用燃烧的火把烧灼被砍断的部分,以便阻止血液的流出。
οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληθὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον.
他以此方式制服了这只野兽,并将箭头浸入其胆汁中,以便射出的箭矢因箭头上的毒而造成不可医治的伤口。

词汇与语法注释

  1. 4.11.1τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν ... τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι ... — ‘τό τε ... τό τε ...’ 的关联结构。第一个冠词性不定式从句 ‘τῷ ταπεινοτέρῳ δουλεύειν’ 作 ‘ἔκρινε’ 的宾格宾语(“服侍一个比自己卑下的人”),而第二个从句 ‘τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι’ 作 ‘ἐφαίνετο’ 的主语(“不顺从他的父亲宙斯”)。
  2. 4.11.4τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ — 前半部分的 ‘τοῦ θηρίου συμφυγόντος’ 是以 ‘τὸ θηρίον’ 为主语的属格绝对句。而随后的主格分词 ‘συνακολουθῶν’ 则与主句的主语赫拉克勒斯(‘ὁ Ἡρακλῆς’)保持一致。需注意这两个具有不同语义主语的分词结构的紧密衔接。
  3. 4.11.5διπλασίας ὁ τμηθεὶς ἀνίει τόπος — 阴性复数宾格形容词 ‘διπλασίας’(“双倍的”)在语境中修饰了省略的名词“头”(‘κεφαλάς’),表示被砍断的地方(‘ὁ τμηθεὶς τόπος’)长出了双倍数量的头。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.11.1-4.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.11.1-4.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。