§4.10.1μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξας ἀπέπνιξε τοὺς δράκοντας.
此后,赫拉派了两条蛇去吞食这个婴儿,但那孩子毫无惧色,用双手掐住它们的脖子,把蛇勒死了。
διόπερ Ἀργεῖοι πυθόμενοι τὸ γεγονὸς Ἡρακλέα προσηγόρευσαν, ὅτι δι’ Ἥραν ἔσχε κλέος, Ἀλκαῖον πρότερον καλούμενον.
因此,阿耳戈斯人获悉此事后,便称他为赫拉克勒斯,意为因赫拉而得名声,而他以前被称为阿尔开俄斯。
τοῖς μὲν οὖν ἄλλοις οἱ γονεῖς τοὔνομα περιτιθέασι, τούτῳ δὲ μόνῳ ἡ ἀρετὴ τὴν προσηγορίαν ἔθετο.
至于其他人,都是由父母赋予名字,但唯独对于他,是其美德赋予了这一称号。
§4.10.2μετὰ δὲ ταῦτα ὁ μὲν Ἀμφιτρύων φυγαδευθεὶς ἐκ Τίρυνθος μετῴκησεν εἰς Θήβας· ὁ δʼ Ἡρακλῆς τραφεὶς καὶ παιδευθεὶς καὶ μάλιστʼ ἐν τοῖς γυμνασίοις διαπονηθεὶς ἐγένετο ῥώμῃ τε σώματος πολὺ προέχων τῶν ἄλλων ἁπάντων καὶ ψυχῆς λαμπρότητι περιβόητος, ὅς γε τὴν ἡλικίαν ἔφηβος ὤν πρῶτον μὲν ἠλευθέρωσε τὰς Θήβας, ἀποδιδοὺς ὡς πατρίδι τὰς προσηκούσας χάριτας.
此后,安菲特律翁被逐出蒂林斯,移居到底比斯;而赫拉克勒斯在受到抚养和教育,尤其是在体育馆中刻苦锻炼之后,其身体的力量远超其他所有人,并因心灵的杰出而闻名遐迩。 他在青年时期,首先解放了底比斯,向其报答了对祖国般应有的恩德。
§4.10.3ὑποτεταγμένων γὰρ τῶν Θηβαίων Ἐργίνῳ τῷ βασιλεῖ τῶν Μινυῶν, καὶ κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους τελούντων, οὐ καταπλαγεὶς τὴν τῶν δεδουλωμένων ὑπεροχὴν ἐτόλμησε πρᾶξιν ἐπιτελέσαι περιβόητον· τοὺς γὰρ παραγενομένους τῶν Μινυῶν ἐπὶ τὴν ἀπαίτησιν τῶν δασμῶν καὶ μεθʼ ὕβρεως εἰσπραττομένους ἀκρωτηριάσας ἐξέβαλεν ἐκ τῆς πόλεως.
因为底比斯人当时臣服于弥倪阿斯人的国王埃尔吉诺斯,并且每年缴纳规定的贡税,他并没有被那些奴役他们之人的优势所吓倒,而是胆敢完成了一件赫赫有名的壮举:对于那些前来征收贡税并以傲慢态度强行勒索的弥倪阿斯人,他削去了他们的五官肢体,将他们赶出了城。
§4.10.4Ἐργίνου δʼ ἐξαιτοῦντος τὸν αἴτιον, Κρέων βασιλεύων τῶν Θηβαίων, καταπλαγεὶς τὸ βάρος τῆς ἐξουσίας, ἕτοιμος ἦν ἐκδιδόναι τὸν αἴτιον τῶν ἐγκλημάτων.
当埃尔吉诺斯要求交出元凶时,底比斯国王克勒翁因惧怕对方权势的分量,准备交出被控告的罪魁祸首。
ὁ δʼ Ἡρακλῆς πείσας τοὺς ἡλικιώτας ἐλευθεροῦν τὴν πατρίδα, κατέσπασεν ἐκ τῶν ναῶν τὰς προσηλωμένας πανοπλίας, ἃς οἱ πρόγονοι σκῦλα τοῖς θεοῖς ἦσαν ἀνατεθεικότες· οὐ γὰρ ἦν εὑρεῖν κατὰ τὴν πόλιν ἰδιωτικὸν ὅπλον διὰ τὸ τοὺς Μινύας παρωπλικέναι τὴν πόλιν, ἵνα μηδεμίαν λαμβάνωσιν οἱ κατὰ τὰς Θήβας ἀποστάσεως ἔννοιαν.
但赫拉克勒斯说服了他的同龄人去解放祖国,并从神殿中取下了那些钉在墙上的盔甲,这些是祖先们作为战利品献给神明的;因为在城里根本找不到任何私人的武器,原因是弥倪阿斯人已经解除了该城的武装,目的是为了不让底比斯人产生任何反叛的念头。
§4.10.5ὁ δʼ Ἡρακλῆς πυθόμενος Ἐργῖνον τὸν βασιλέα τῶν Μινυῶν προσάγειν τῇ πόλει μετὰ στρατιωτῶν, ἀπαντήσας αὐτῷ κατά τινα στενοχωρίαν, καὶ τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως ἄχρηστον ποιήσας, αὐτόν τε τὸν Ἐργῖνον ἀνεῖλε καὶ τοὺς μετʼ αὐτοῦ σχεδὸν ἅπαντας ἀπέκτεινεν.
赫拉克勒斯获悉弥倪阿斯国王埃尔吉诺斯正带着士兵逼近该城,便在一处狭窄通道迎击他,使敌人庞大兵力的优势失去作用,不仅杀死了埃尔吉诺斯本人,还几乎歼灭了随行的所有人。
ἄφνω δὲ προσπεσὼν τῇ πόλει τῶν Ὀρχομενίων καὶ παρεισπεσὼν ἐντὸς τῶν πυλῶν τά τε βασίλεια τῶν Μινυῶν ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε.
随后,他突然袭击了奥尔霍墨诺斯人的城市,闯入城门之内,不仅烧毁了弥倪阿斯人的皇宫,还将该城夷为平地。
§4.10.6περιβοήτου δὲ τῆς πράξεως γενομένης καθʼ ὅλην τὴν Ἑλλάδα καὶ πάντων θαυμαζόντων τὸ παράδοξον, ὁ μὲν βασιλεὺς Κρέων θαυμάσας τὴν ἀρετὴν τοῦ νεανίσκου τήν τε θυγατέρα Μεγάραν συνῴκισεν αὐτῷ καὶ καθάπερ υἱῷ γνησίῳ τὰ κατὰ τὴν πόλιν ἐπέτρεψεν, Εὐρυσθεὺς δʼ ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας ὑποπτεύσας τὴν Ἡρακλέους αὔξησιν μετεπέμπετό τε αὐτὸν καὶ προσέταττε τελεῖν ἄθλους.
这一事迹传遍了整个希腊,所有人都在惊叹这出乎意料的奇迹,国王克勒翁由衷赞叹这位青年的美德,不仅把女儿墨伽拉嫁给他,还将城邦的事务托付给他,就如同对待亲生儿子一般。 至于掌握着阿耳戈利斯王权的欧律斯透斯,因对赫拉克勒斯的壮大产生猜忌,便召见他并命令他去完成各项劳役。
§4.10.7οὐχ ὑπακούοντος δὲ τοῦ Ἡρακλέους, Ζεὺς μὲν ἀπέστειλε διακελευόμενος ὑπουργεῖν Εὐρυσθεῖ, Ἡρακλῆς δὲ παρελθὼν εἰς Δελφοὺς καὶ περὶ τούτων ἐπερωτήσας τὸν θεόν, ἔλαβε χρησμὸν τὸν δηλοῦντα διότι τοῖς θεοῖς δέδοκται δώδεκα ἄθλους τελέσαι προστάττοντος Εὐρυσθέως, καὶ τοῦτο πράξαντα τεύξεσθαι τῆς ἀθανασίας.
由于赫拉克勒斯不予服从,宙斯便派遣使者,命令他听命于欧律斯透斯。 赫拉克勒斯前往德尔斐并就这些事询问神明,得到了一个神谕,表明诸神已决定他在欧律斯透斯命令下完成十二项劳役,且在完成此事后将获得永生。