§4.11.1τούτων δὲ πραχθέντων ὁ μὲν Ἡρακλῆς ἐνέπεσεν εἰς ἀθυμίαν οὐ τὴν τυχοῦσαν· τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν οὐδαμῶς ἄξιον ἔκρινε τῆς ἰδίας ἀρετῆς, τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι καὶ ἀσύμφορον ἐφαίνετο καὶ ἀδύνατον.
After these things were done, Heracles fell into no ordinary despondency; for on the one hand, he judged that serving a baser man was in no way worthy of his own virtue, and on the other hand, not obeying Zeus, who was also his father, seemed to be both disadvantageous and impossible.
εἰς πολλὴν οὖν ἀμηχανίαν ἐμπίπτοντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύτταν· ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε.
When he fell into great perplexity, Hera indeed sent madness upon him, and he, suffering in his soul, fell into frenzy.
τοῦ πάθους δʼ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν μὲν Ἰόλαον ἐπεβάλετο κτείνειν, ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε.
As his affliction increased, he went out of his mind and attempted to kill Iolaus; but when the latter fled, and the children he had by Megara were spending time nearby, he shot them with arrows as if they were enemies.
§4.11.2μόγις δὲ τῆς μανίας ἀπολυθείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέθει τῆς συμφορᾶς.
Having with difficulty been released from his madness, and having recognized his own ignorance, he was in deep anguish at the magnitude of the misfortune.
πάντων δʼ αὐτῷ συλλυπουμένων καὶ συμπενθούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνθρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις· τέλος δὲ τοῦ χρόνου τὸ πάθος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσθέα.
While everyone was grieving and mourning with him, he remained quiet in his house for a long time, avoiding the company and encounters of men; but finally, when time softened his affliction, having decided to endure the dangers, he came to Eurystheus.
§4.11.3καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα.
And first, he received as a labor the killing of the lion in Nemea.
οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης.
This beast was supernatural in size, and being invulnerable to iron, bronze, and stone, it required the constraint of force applied by hand.
διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν· εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθʼ ἣν εἰώθει φωλεύειν τὸ θηρίον.
It spent its time mostly between Mycenae and Nemea near the mountain called "Tretos" after its characteristic; for it had a continuous tunnel around its base, in which the beast was accustomed to make its lair.
§4.11.4ὁ δʼ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε.
And Heracles, having arrived at the place, attacked it; and when the beast fled into the tunnel, following it and blocking one of the two openings, he grappled with it, and having squeezed its neck with his arms, he strangled it.
τὴν δὲ δορὰν αὐτοῦ περιθέμενος, καὶ διὰ τὸ μέγεθος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων.
Wrapping its skin around himself, and because of its size enveloping his own entire body, he had it as a protection against subsequent dangers.
§4.11.5δεύτερον δʼ ἔλαβεν ἆθλον ἀποκτεῖναι τὴν Λερναίαν ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο.
And as his second labor, he received the killing of the Lernaean Hydra, from whose single body a hundred necks, having the heads of serpents, were shaped.
τούτων δʼ εἰ μία διαφθαρείη, διπλασίας ὁ τμηθεὶς ἀνίει τόπος· δι’ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον· τὸ γὰρ χειρωθὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήθημα.
Of these, if one were destroyed, the place that had been cut sent up double the number; for which reason it was understood to be invincible, and with good reason, for the part of it that was subdued yielded a double defense.
§4.11.6πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καομένῃ τὸ ἀποτμηθὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος.
Against this difficult nature, having devised a certain clever device, he ordered Iolaus to burn the severed part with a burning torch, so that he might check the flow of blood.
οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληθὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον.
Having thus subdued the beast, he dipped his arrowheads into its gall, so that the discharged missile might have an incurable wound from the tip.