§4.11.1τούτων δὲ πραχθέντων ὁ μὲν Ἡρακλῆς ἐνέπεσεν εἰς ἀθυμίαν οὐ τὴν τυχοῦσαν·
これらのことが行われた後、ヘラクレスは並大抵ではない落胆に陥った。
τό τε γὰρ τῷ ταπεινοτέρῳ δουλεύειν οὐδαμῶς ἄξιον ἔκρινε τῆς ἰδίας ἀρετῆς, τό τε τῷ Διὶ καὶ πατρὶ μὴ πείθεσθαι καὶ ἀσύμφορον ἐφαίνετο καὶ ἀδύνατον.
というのも、より卑しい者に仕えることは自らの徳に全くふさわしくないと判断したからであり、またその一方で、父であるゼウスに従わないことは不利益でもあり不可能でもあると思われたからである。
εἰς πολλὴν οὖν ἀμηχανίαν ἐμπίπτοντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύτταν· ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε.
こうして彼が大きな途方に暮れていると、ヘラは彼に狂気を送り、彼は心に苦痛を感じて狂乱に陥った。
τοῦ πάθους δʼ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν μὲν Ἰόλαον ἐπεβάλετο κτείνειν, ἐκείνου δὲ φυγόντος καὶ τῶν παίδων τῶν ἐκ Μεγάρας πλησίον διατριβόντων, τούτους ὡς πολεμίους κατετόξευσε.
この病苦が増大するにつれて、彼は正気を失い、イオラオスを殺そうと企てたが、彼が逃亡し、またメガラーとの間の子供たちが近くで過ごしていたので、彼らを敵とみなして射殺した。
§4.11.2μόγις δὲ τῆς μανίας ἀπολυθείς, καὶ ἐπιγνοὺς τὴν ἰδίαν ἄγνοιαν, περιαλγὴς ἦν ἐπὶ τῷ μεγέθει τῆς συμφορᾶς.
ようやく狂気から解放され、自らの過ちを悟ると、彼は災厄の大きさにひどく苦悶した。
πάντων δʼ αὐτῷ συλλυπουμένων καὶ συμπενθούντων, ἐπὶ πολὺν χρόνον κατὰ τὴν οἰκίαν ἡσύχαζεν, ἐκκλίνων τὰς τῶν ἀνθρώπων ὁμιλίας τε καὶ ἀπαντήσεις·
皆が彼に同情し、ともに悲しむ中、彼は長い間、人々との交わりや出会いを避けながら、家の中で静かに過ごした。
τέλος δὲ τοῦ χρόνου τὸ πάθος πραΰναντος κρίνας ὑπομένειν τοὺς κινδύνους παρεγένετο πρὸς Εὐρυσθέα.
しかし、ついに時間がその苦痛を和らげると、試練に耐えることを決意して、エウリュステウスのもとへと赴いた。
§4.11.3καὶ πρῶτον μὲν ἔλαβεν ἆθλον ἀποκτεῖναι τὸν ἐν Νεμέᾳ λέοντα.
そして最初の試練として、ネメアの獅子を殺すことを引き受けた。
οὗτος δὲ μεγέθει μὲν ὑπερφυὴς ἦν, ἄτρωτος δὲ ὢν σιδήρῳ καὶ χαλκῷ καὶ λίθῳ τῆς κατὰ χεῖρα βιαζομένης προσεδεῖτο ἀνάγκης.
この獅子は大きさにおいて並外れており、鉄や青銅、石によって傷を負わない身であったため、素手による力ずくの制圧を必要としていた。
διέτριβε δὲ μάλιστα μεταξὺ Μυκηνῶν καὶ Νεμέας περὶ ὄρος τὸ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος Τρητόν·
そして、主にマイケナイとネメアの間にある、その特徴から「穿たれた山」と呼ばれる山のあたりに生息していた。
εἶχε γὰρ περὶ τὴν ῥίζαν διώρυχα διηνεκῆ, καθʼ ἣν εἰώθει φωλεύειν τὸ θηρίον.
というのも、その山の麓には端から端まで貫通した洞窟があり、そこを獣はねぐらとする習わしだったからである。
§4.11.4ὁ δʼ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν τόπον προσέβαλεν αὐτῷ, καὶ τοῦ θηρίου συμφυγόντος εἰς τὴν διώρυχα συνακολουθῶν αὐτῷ καὶ τὸ ἕτερον τῶν στομίων ἐμφράξας συνεπλάκη, καὶ τὸν αὐχένα σφίγξας τοῖς βραχίοσιν ἀπέπνιξε.
ヘラクレスはその場所に到着すると、それを襲撃した。 そして獣が洞窟へと逃げ込むと、その後に続いて入り、二つある出口の一方を塞いだ上で格闘し、両腕でその首を絞めて窒息死させた。
τὴν δὲ δορὰν αὐτοῦ περιθέμενος, καὶ διὰ τὸ μέγεθος ἅπαν τὸ ἴδιον σῶμα περιλαβών, εἶχε σκεπαστήριον τῶν μετὰ ταῦτα κινδύνων.
そしてその皮を身にまとし、その大きさゆえに彼自身の体全体を包み込むようにして、その後の試練に対する防具とした。
§4.11.5δεύτερον δʼ ἔλαβεν ἆθλον ἀποκτεῖναι τὴν Λερναίαν ὕδραν, ἧς ἐξ ἑνὸς σώματος ἑκατὸν αὐχένες ἔχοντες κεφαλὰς ὄφεων διετετύπωντο.
第二の試練として、レルネーのヒュドラを殺すことを引き受けた。 その一つの体からは、蛇の頭を持つ百本の首が形作られていた。
τούτων δʼ εἰ μία διαφθαρείη, διπλασίας ὁ τμηθεὶς ἀνίει τόπος·
これらのうち、もし一本が切り落とされると、その切り取られた箇所からは二倍の首が生えてきた。
δι’ ἣν αἰτίαν ἀήττητος ὑπάρχειν διείληπτο, καὶ κατὰ λόγον·
そのためにそれは無敵であると考えられていたが、それは理にかなっていた。
τὸ γὰρ χειρωθὲν αὐτῆς μέρος διπλάσιον ἀπεδίδου βοήθημα.
というのも、制圧された部分は、二倍の防衛力を返してきたからである。
§4.11.6πρὸς δὲ τὴν δυστραπέλειαν ταύτην ἐπινοήσας τι φιλοτέχνημα προσέταξεν Ἰολάῳ λαμπάδι καομένῃ τὸ ἀποτμηθὲν μέρος ἐπικάειν, ἵνα τὴν ῥύσιν ἐπίσχῃ τοῦ αἵματος.
このやっかいな性質に対し、彼はある策略を思いつき、切り取られた部分を燃え盛る松明で焼き払うようイオラオスに命じた。 それは血の流れを止めるためであった。
οὕτως οὖν χειρωσάμενος τὸ ζῷον εἰς τὴν χολὴν ἀπέβαπτε τὰς ἀκίδας, ἵνα τὸ βληθὲν βέλος ἔχῃ τὴν ἐκ τῆς ἀκίδος πληγὴν ἀνίατον.
こうしてこの怪物を退治した彼は、矢の先をその胆汁に浸した。 それは、放たれた矢がその先端による傷を不治のものとするためであった。