Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.68.1-3.68.6

阿蒙之子狄奥尼索斯的诞生与移送尼萨

第 229 段,共 406 段 · 希腊语

内容简介

根据提谟伊忒斯所叙述的神话,本段讲述了利比亚国王阿蒙娶了瑞亚,以及为了躲避瑞亚的嫉妒,他如何将自己与阿玛尔忒娅所生的孩子狄奥尼索斯秘密转移到地势险要的尼萨岛。

§3.68.1φησὶ δʼ οὖν Ἄμμωνα βασιλεύοντα τοῦ μέρους τῆς Λιβύης Οὐρανοῦ γῆμαι θυγατέρα τὴν προσαγορευομένην Ῥέαν, ἀδελφὴν οὖσαν Κρόνου τε καὶ τῶν ἄλλων Τιτάνων.
总之,他说,统治着利比亚该地区的阿蒙娶了乌拉诺斯之女、被称为瑞亚的女子,她是克罗诺斯及其他泰坦的姊妹。
ἐπιόντα δὲ τὴν βασιλείαν εὑρεῖν πλησίον τῶν Κεραυνίων καλουμένων ὀρῶν παρθένον τῷ κάλλει διαφέρουσαν Ἀμάλθειαν ὄνομα.
当他巡视自己的王国时,在被称为凯劳尼亚的山脉附近,发现了一位美貌超群、名叫阿玛尔忒娅的处女。
§3.68.2ἐρασθέντα δʼ αὐτῆς καὶ πλησιάσαντα γεννῆσαι παῖδα τῷ τε κάλλει καὶ τῇ ῥώμῃ θαυμαστόν, καὶ τὴν μὲν Ἀμάλθειαν ἀποδεῖξαι κυρίαν τοῦ σύνεγγυς τόπου παντός, ὄντος τῷ σχήματι παραπλησίου κέρατι βοός, ἀφʼ ἧς αἰτίας Ἑσπέρου κέρας προσαγορευθῆναι· διὰ δὲ τὴν ἀρετὴν τῆς χώρας εἶναι πλήρη παντοδαπῆς ἀμπέλου καὶ τῶν ἄλλων δένδρων τῶν ἡμέρους φερόντων καρπούς.
他爱上了她,并与她结合,生下了一个在美貌与力量上都令人惊叹的男孩;他指派阿玛尔忒娅为附近所有土地的女主人,这片土地在外形上非常像一只牛角,由于这个原因,该地被称为“赫斯珀罗斯之角”;由于土地肥沃,那里长满了各种葡萄藤以及其他结出驯化果实的树木。
§3.68.3τῆς δὲ προειρημένης γυναικὸς τὴν δυναστείαν παραλαβούσης, ἀπὸ ταύτης τὴν χώραν Ἀμαλθείας κέρας ὀνομασθῆναι· διὸ καὶ τοὺς μεταγενεστέρους ἀνθρώπους διὰ τὴν προειρημένην αἰτίαν τὴν κρατίστην γῆν καὶ παντοδαποῖς καρποῖς πλήθουσαν ὡσαύτως Ἀμαλθείας κέρας προσαγορεύειν.
当前述的女子掌管了统治权后,该地区便因她而被命名为“阿玛尔忒娅之角”;因此,后世的人们也因为上述原因,同样把最肥沃、富含各种果实的土地称为“阿玛尔忒娅之角”。
§3.68.4τὸν δʼ οὖν Ἄμμωνα φοβούμενον τὴν τῆς Ῥέας ζηλοτυπίαν κρύψαι τὸ γεγονός, καὶ τὸν παῖδα λάθρᾳ μετενεγκεῖν εἴς τινα πόλιν Νῦσαν, μακρὰν ἀπʼ ἐκείνων τῶν τόπων ἀπηρτημένην.
总之,阿蒙害怕瑞亚的嫉妒,隐瞒了所发生的事情,并偷偷地把孩子转移到了一个名叫尼萨的城市,该城市远离那些地方。
§3.68.5κεῖσθαι δὲ ταύτην ἔν τινι νήσῳ περιεχομένῃ μὲν ὑπὸ τοῦ Τρίτωνος ποταμοῦ, περικρήμνῳ δὲ καὶ καθʼ ἕνα τόπον ἐχούσῃ στενὰς εἰσβολάς, ἃς ὠνομάσθαι πύλας Νυσίας.
而这座城市坐落在一个被特里同河所环绕的岛上,该岛四周都是悬崖峭壁,仅在一个地方有狭窄的入口,被称为“尼萨之门”。
εἶναι δʼ ἐν αὐτῇ χώραν εὐδαίμονα λειμῶσί τε μαλακοῖς διειλημμένην καὶ πηγαίοις ὕδασιν ἀρδευομένην δαψιλέσι, δένδρα τε καρποφόρα παντοῖα καὶ πολλὴν ἄμπελον αὐτοφυῆ, καὶ ταύτης τὴν πλείστην ἀναδενδράδα.
岛上有一片富饶的土地,其间分布着柔软的草地,并有丰富的泉水灌溉,并且长有各种果树和大量自生的葡萄藤,其中大部分是攀附在树上的高大葡萄藤。
§3.68.6ὑπάρχειν δὲ καὶ πάντα τὸν τόπον εὔπνουν, ἔτι δὲ καθʼ ὑπερβολὴν ὑγιεινόν· καὶ διὰ τοῦτο τοὺς ἐν αὐτῷ κατοικοῦντας μακροβιωτάτους ὑπάρχειν τῶν πλησιοχώρων.
而且整个地方空气清新,并且极其有益健康;因此,那里的居民是邻近地区中最长寿的。
εἶναι δὲ τῆς νήσου τὴν μὲν πρώτην εἰσβολὴν αὐλωνοειδῆ, σύσκιον ὑψηλοῖς καὶ πυκνοῖς δένδρεσιν, ὥστε τὸν ἥλιον μὴ παντάπασι διαλάμπειν διὰ τὴν συνάγκειαν, αὐγὴν δὲ μόνην ὁρᾶσθαι φωτός.
而该岛的第一道入口呈峡谷状,被高大茂密的树木所遮蔽,由于山谷狭窄,阳光根本无法穿透,只能看到微弱的光芒。

词汇与语法注释

  1. §3.68.1φησὶ — 主语是前一节(§3.67.5)中出现的诗人提谟伊忒斯。作为引入间接引语(宾格加不定式结构)的主动词,它支配着关于阿蒙、瑞亚和阿玛尔忒娅的整个叙事。
  2. §3.68.5ἀναδενδράδα — 形容词 ἀναδενδράς(“缠绕高木生长的”)的宾格阴性单数形式。此处作名词性使用,省略了不定式 εἶναι,表示“其中大部分(葡萄藤)是攀附在树上的高大葡萄藤”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.68.1-3.68.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.68.1-3.68.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。