§3.67.1φησὶ τοίνυν παρʼ Ἕλλησι πρῶτον εὑρετὴν γενέσθαι Λίνον ῥυθμῶν καὶ μέλους, ἔτι δὲ Κάδμου κομίσαντος ἐκ Φοινίκης τὰ καλούμενα γράμματα πρῶτον εἰς τὴν Ἑλληνικὴν μεταθεῖναι διάλεκτον, καὶ τὰς προσηγορίας ἑκάστῳ τάξαι καὶ τοὺς χαρακτῆρας διατυπῶσαι.
因此,他(狄奥尼修斯)说,在希腊人中,里诺斯是节奏与旋律的最早发现者;此外,当卡德摩斯从腓尼基带来所谓的字母时,里诺斯最先将它们转化为希腊语言,并为每个字母规定了名称,塑造了字形。
κοινῇ μὲν οὖν τὰ γράμματα Φοινίκεια κληθῆναι διὰ τὸ παρὰ τοὺς Ἕλληνας ἐκ Φοινίκων μετενεχθῆναι, ἰδίᾳ δὲ τῶν Πελασγῶν πρώτων χρησαμένων τοῖς μετατεθεῖσι χαρακτῆρσι Πελασγικὰ προσαγορευθῆναι.
因此,普遍而言,由于这些字母是从腓尼基人那里传到希腊人手中的,所以被称为“腓尼基字母”;而特别而言,因为佩拉斯吉人最先使用了转化后的字形,所以这些字母被称为“佩拉斯吉字母”。
§3.67.2τὸν δὲ Λίνον ἐπὶ ποιητικῇ καὶ μελῳδίᾳ θαυμασθέντα μαθητὰς σχεῖν πολλούς, ἐπιφανεστάτους δὲ τρεῖς, Ἡρακλέα, Θαμύραν, Ὀρφέα.
而里诺斯因其诗作与旋律而备受赞赏,拥有许多弟子,其中最著名的有三位:赫拉克勒斯、萨米拉斯和奥尔菲斯。
τούτων δὲ τὸν μὲν Ἡρακλέα κιθαρίζειν μανθάνοντα διὰ τὴν τῆς ψυχῆς βραδυτῆτα μὴ δύνασθαι δέξασθαι τὴν μάθησιν, ἔπειθʼ ὑπὸ τοῦ Λίνου πληγαῖς ἐπιτιμηθέντα διοργισθῆναι καὶ τῇ κιθάρᾳ τὸν διδάσκαλον πατάξαντα ἀποκτεῖναι,
在他们当中,赫拉克勒斯在学习弹奏基萨拉琴时,由于灵魂迟钝而无法接受教学,随后因受到里诺斯的鞭打处罚而大发雷霆,用琴击打教师并将其杀死。
§3.67.3Θαμύραν δὲ φύσει διαφόρῳ κεχορηγημένον ἐκπονῆσαι τὰ περὶ τὴν μουσικήν, καὶ κατὰ τὴν ἐν τῷ μελῳδεῖν ὑπεροχὴν φάσκειν ἑαυτὸν τῶν Μουσῶν ἐμμελέστερον ᾅδειν.
至于萨米拉斯,由于天赋异禀,他在音乐方面下了极深的功夫,并因在歌唱方面的卓越而声称自己比缪斯女神们唱得更悦耳。
διὸ καὶ τὰς θεὰς αὐτῷ χολωθείσας τήν τε μουσικὴν ἀφελέσθαι καὶ πηρῶσαι τὸν ἄνδρα, καθάπερ καὶ τὸν Ὅμηρον τούτοις προσμαρτυρεῖν λέγοντα
"ἔνθα τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς,"
καὶ ἔτι
"αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν. "
因此,女神们也对他动怒,夺去了他的音乐才能,并使这个男人身体残疾,正如荷马也为此作证说: “在那里,缪斯女神们遇到了色雷斯人萨米拉斯,制止了他的歌唱,” 并且还说: “而她们动了怒,使他残疾,夺走了神圣的歌声,并让他忘记了弹琴的技艺。
§3.67.4περὶ δὲ Ὀρφέως τοῦ τρίτου μαθητοῦ τὰ κατὰ μέρος ἀναγράψομεν, ὅταν τὰς πράξεις αὐτοῦ διεξίωμεν.
” 关于第三位弟子奥尔菲斯,我们将在详细叙述其事迹时再作记录。
τὸν δʼ οὖν Λίνον φασὶ τοῖς Πελασγικοῖς γράμμασι συνταξάμενον τὰς τοῦ πρώτου Διονύσου πράξεις καὶ τὰς ἄλλας μυθολογίας ἀπολιπεῖν ἐν τοῖς ὑπομνήμασιν.
总之,人们说里诺斯用佩拉斯吉字母编纂了第一位狄奥尼索斯的事迹和其他神话,并留在了备忘录中。
§3.67.5ὁμοίως δὲ τούτοις χρήσασθαι τοῖς Πελασγικοῖς γράμμασι τὸν Ὀρφέα καὶ Προναπίδην τὸν Ὁμήρου διδάσκαλον, εὐφυῆ γεγονότα μελοποιόν· πρὸς δὲ τούτοις Θυμοίτην τὸν Θυμοίτου τοῦ Λαομέδοντος, κατὰ τὴν ἡλικίαν γεγονότα τὴν Ὀρφέως, πλανηθῆναι κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης, καὶ παραβαλεῖν τῆς Λιβύης εἰς τὴν πρὸς ἑσπέραν χώραν ἕως ὠκεανοῦ·
同样,这些佩拉斯吉字母也被奥尔菲斯以及荷马的老师普罗纳皮德斯所使用,普罗纳皮德斯是一位极具天赋的抒情诗人;此外,拉奥墨冬之子提谟伊忒斯之子提谟伊忒斯——他与奥尔菲斯同个时代——曾漫游了人居世界的许多地方,并抵达了利比亚直到大洋的西方土地。
θεάσασθαι δὲ καὶ τὴν Νῦσαν, ἐν ᾗ μυθολογοῦσιν οἱ ἐγχώριοι ἀρχαῖοι τραφῆναι τὸν Διόνυσον, καὶ τὰς κατὰ μέρος τοῦ θεοῦ τούτου πράξεις μαθόντα παρὰ τῶν Νυσαέων συντάξασθαι τὴν Φρυγίαν ὀνομαζομένην ποίησιν, ἀρχαϊκοῖς τῇ τε διαλέκτῳ καὶ τοῖς γράμμασι χρησάμενον.
他也亲眼看到了尼萨,当地的古人在神话中说狄奥尼索斯就是在这里被抚养长大的;他从尼萨人那里了解了这位神明的详细事迹后,编纂了被称为《弗里吉亚之诗》的诗作,使用的是古风的语言和字母。