§3.68.1φησὶ δʼ οὖν Ἄμμωνα βασιλεύοντα τοῦ μέρους τῆς Λιβύης Οὐρανοῦ γῆμαι θυγατέρα τὴν προσαγορευομένην Ῥέαν, ἀδελφὴν οὖσαν Κρόνου τε καὶ τῶν ἄλλων Τιτάνων.
さて、彼(テュモイテス)は言う。 リビアのその地方を支配していたアモンが、ウラノスの娘でレアと呼ばれる者、すなわちクロノスや他のティタンたちの姉妹である女性を妻とした。
ἐπιόντα δὲ τὴν βασιλείαν εὑρεῖν πλησίον τῶν Κεραυνίων καλουμένων ὀρῶν παρθένον τῷ κάλλει διαφέρουσαν Ἀμάλθειαν ὄνομα.
また、彼が自らの王国を巡っているときに、ケラウニアと呼ばれる山の近くで、美において際立ったアマルテイアという名の乙女を見出した。
§3.68.2ἐρασθέντα δʼ αὐτῆς καὶ πλησιάσαντα γεννῆσαι παῖδα τῷ τε κάλλει καὶ τῇ ῥώμῃ θαυμαστόν, καὶ τὴν μὲν Ἀμάλθειαν ἀποδεῖξαι κυρίαν τοῦ σύνεγγυς τόπου παντός, ὄντος τῷ σχήματι παραπλησίου κέρατι βοός, ἀφʼ ἧς αἰτίας Ἑσπέρου κέρας προσαγορευθῆναι·
そして彼女に恋をし、交わって、美しさにおいても力強さにおいても驚くべき男児をもうけた。 また、アマルテイアをその近隣の土地すべての女主人に任じたが、その土地は、形状において牛の角に酷似していた。 そのような理由から、その地は「ヘスペロスの角」と名付けられた。
διὰ δὲ τὴν ἀρετὴν τῆς χώρας εἶναι πλήρη παντοδαπῆς ἀμπέλου καὶ τῶν ἄλλων δένδρων τῶν ἡμέρους φερόντων καρπούς.
また、その土地の肥沃さのゆえに、あらゆる種類のブドウや、栽培された果実を実らせるその他の樹木で満ちていた。
§3.68.3τῆς δὲ προειρημένης γυναικὸς τὴν δυναστείαν παραλαβούσης, ἀπὸ ταύτης τὴν χώραν Ἀμαλθείας κέρας ὀνομασθῆναι·
そして、前述の女性がその支配権を受け継いだため、彼女にちなんでその土地は「アマルテイアの角」と名付けられた。
διὸ καὶ τοὺς μεταγενεστέρους ἀνθρώπους διὰ τὴν προειρημένην αἰτίαν τὴν κρατίστην γῆν καὶ παντοδαποῖς καρποῖς πλήθουσαν ὡσαύτως Ἀμαλθείας κέρας προσαγορεύειν.
それゆえ後世の人々も、前述の理由から、最も優れた土地、またあらゆる種類の果実が豊富に実る土地を、同様に「アマルテイアの角」と呼ぶのである。
§3.68.4τὸν δʼ οὖν Ἄμμωνα φοβούμενον τὴν τῆς Ῥέας ζηλοτυπίαν κρύψαι τὸ γεγονός, καὶ τὸν παῖδα λάθρᾳ μετενεγκεῖν εἴς τινα πόλιν Νῦσαν, μακρὰν ἀπʼ ἐκείνων τῶν τόπων ἀπηρτημένην.
ともかく、アモンはレアの嫉妬を恐れて、起こった事を隠し、その子供を密かにニサという、それらの土地から遠く離れた都市へと移した。
§3.68.5κεῖσθαι δὲ ταύτην ἔν τινι νήσῳ περιεχομένῃ μὲν ὑπὸ τοῦ Τρίτωνος ποταμοῦ, περικρήμνῳ δὲ καὶ καθʼ ἕνα τόπον ἐχούσῃ στενὰς εἰσβολάς, ἃς ὠνομάσθαι πύλας Νυσίας.
そして、この都市はトリトン川に囲まれたある島に位置し、その島は周囲が絶壁で、ただ一箇所に狭い入り口があり、そこは「ニサの門」と呼ばれていた。
εἶναι δʼ ἐν αὐτῇ χώραν εὐδαίμονα λειμῶσί τε μαλακοῖς διειλημμένην καὶ πηγαίοις ὕδασιν ἀρδευομένην δαψιλέσι, δένδρα τε καρποφόρα παντοῖα καὶ πολλὴν ἄμπελον αὐτοφυῆ, καὶ ταύτης τὴν πλείστην ἀναδενδράδα.
また島の中には豊かな土地があり、柔らかな草地で区切られ、湧き出る豊かな水で潤されていた。 またあらゆる種類の果樹や、自生する多くのブドウがあり、その大部分は木に絡みつくブドウであった。
§3.68.6ὑπάρχειν δὲ καὶ πάντα τὸν τόπον εὔπνουν, ἔτι δὲ καθʼ ὑπερβολὴν ὑγιεινόν·
また、その場所全体が風通しがよく、さらにきわめて健康に良い場所であった。
καὶ διὰ τοῦτο τοὺς ἐν αὐτῷ κατοικοῦντας μακροβιωτάτους ὑπάρχειν τῶν πλησιοχώρων.
それゆえ、そこに住む人々は近隣の住民の中で最も長寿であった。
εἶναι δὲ τῆς νήσου τὴν μὲν πρώτην εἰσβολὴν αὐλωνοειδῆ, σύσκιον ὑψηλοῖς καὶ πυκνοῖς δένδρεσιν, ὥστε τὸν ἥλιον μὴ παντάπασι διαλάμπειν διὰ τὴν συνάγκειαν, αὐγὴν δὲ μόνην ὁρᾶσθαι φωτός.
また、その島の最初の入り口は峡谷のようになっており、高くて鬱蒼とした樹木で覆い隠されていたため、谷が狭まっているために太陽の光はまったく差し込まず、ただ光の薄明かりだけが見えるほどであった。