Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.60.1-3.60.5

阿特拉斯的统治与天文学及其后代

第 221 段,共 406 段 · 希腊语

内容简介

叙述了关于阿特拉斯及其后代的神话历史,包括阿特拉斯精研天文学、其子赫斯珀罗斯化为星辰,以及他的七个女儿(阿特兰蒂德斯/昴星团)成为众多神明和英雄祖先的过程。

§3.60.1μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν μυθολογοῦσι τοὺς υἱοὺς τοῦ Οὐρανοῦ διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον.
神话说,在许珀里翁死后,乌拉诺斯的儿子们瓜分了王国,其中最著名的是阿特拉斯和克洛诺斯。
τούτων δὲ τὸν μὲν Ἄτλαντα λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους, καὶ τούς τε λαοὺς Ἀτλαντίους ὀνομάσαι καὶ τὸ μέγιστον τῶν κατὰ τὴν χώραν ὀρῶν ὁμοίως Ἄτλαντα προσαγορεῦσαι.
在他们之中,阿特拉斯分到了大洋边上的土地,他将当地的部族命名为阿特兰蒂斯人,并将该地区最高大的山同样称呼为阿特拉斯山。
§3.60.2φασὶ δʼ αὐτὸν τὰ περὶ τὴν ἀστρολογίαν ἐξακριβῶσαι. καὶ τὸν σφαιρικὸν λόγον εἰς ἀνθρώπους πρῶτον ἐξενεγεῖν· ἀφʼ ἧς αἰτίας δόξαι τὸν σύμπαντα κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι, τοῦ μύθου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττομένου.
人们说,他精研了天文学,并首次向人类传授了天球的理论;正是由于这个原因,人们认为整个宇宙都支撑在阿特拉斯的肩膀上,这一神话暗示了天球的发现和绘制。
γενέσθαι δʼ αὐτῷ πλείους υἱούς, ὧν ἕνα διενεγκεῖν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἀρχομένους δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ, τὸν προσαγορευόμενον Ἕσπερον.
据说他有许多儿子,其中一个在虔敬以及对臣民的公正和仁慈方面出类拔萃,被称为赫斯珀罗斯。
§3.60.3τοῦτον δʼ ἐπὶ τὴν κορυφὴν τοῦ Ἄτλαντος ὄρους ἀναβαίνοντα καὶ τὰς τῶν ἄστρων παρατηρήσεις ποιούμενον ἐξαίφνης ὑπὸ πνευμάτων συναρπαγέντα μεγάλων ἄφαντον γενέσθαι· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ τὸ πάθος τὰ πλήθη ἐλεήσαντα τιμὰς ἀθανάτους ἀπονεῖμαι καὶ τὸν ἐπιφανέστατον τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων ὁμωνύμως ἐκείνῳ προσαγορεῦσαι.
据说,此人在登上阿特拉斯山顶并进行星象观测时,突然被狂风卷走,不知所终;大众因其美德而同情他的遭遇,赋予他神圣不朽的荣誉,并将天空中最耀眼的那颗星与他同名相称。
§3.60.4ὑπάρξαι δʼ Ἄτλαντι καὶ θυγατέρας ἑπτά, τὰς κοινῶς μὲν ἀπὸ τοῦ πατρὸς καλουμένας Ἀτλαντίδας, ἰδίᾳ δʼ ἑκάστην ὀνομαζομένην Μαῖαν, Ἠλέκτραν, Ταϋγέτην, Στερόπην, Μερόπην, Ἁλκυόνην, καὶ τελευταίαν Κελαινώ.
阿特拉斯还有七个女儿,她们因父亲而统称为阿特兰蒂德斯,各人单独的名字则为迈亚、厄勒克特拉、塔宇革忒、斯忒洛珀、梅洛珀、阿耳库俄涅,以及最小的刻莱诺。
ταύτας δὲ μιγείσας τοῖς ἐπιφανεστάτοις ἥρωσι καὶ θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ γένους τῶν ἀνθρώπων, τεκούσας τοὺς διʼ ἀρετὴν θεοὺς καὶ ἥρωας ὀνομασθέντας, οἷον τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖς ἀνθρώποις·
据说她们与最显赫的英雄和神明交合,成为了人类谱系的始祖,生下了因美德而被奉为神明和英雄的人物。
παραπλησίως δὲ καὶ τὰς ἄλλας Ἀτλαντίδας γεννῆσαι παῖδας ἐπιφανεῖς, ὧν τοὺς μὲν ἐθνῶν, τοὺς δὲ πόλεων γενέσθαι κτίστας.
例如,最年长的迈亚与宙斯交合,生下了赫尔墨斯,他为人类发明了许多事物;同样地,其他阿特兰蒂德斯也孕育了杰出的子嗣,其中一些人成为了诸族群的建立者,另一些人则是诸城市的奠基者。
§3.60.5διόπερ οὐ μόνον παρʼ ἐνίοις τῶν βαρβάρων, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι τοὺς πλείστους τῶν ἀρχαιοτάτων ἡρώων εἰς ταύτας ἀναφέρειν τὸ γένος.
因此,不仅在部分异族人中,而且在希腊人中,最古老的英雄们大多将自己的血统归于这些女性。
ὑπάρξαι δʼ αὐτὰς καὶ σώφρονας διαφερόντως, καὶ μετὰ τὴν τελευτὴν τυχεῖν ἀθανάτου τιμῆς παρʼ ἀνθρώποις καθιδρυθείσας ἐν τῷ κόσμῳ καὶ τῇ τῶν Πλειάδων προσηγορίᾳ περιληφθείσας.
据说她们也极为贤淑,死后在人类中获得了不朽的荣耀,被置于天体之中,统称为昴星团。
ἐκλήθησαν δὲ αἱ Ἀτλαντίδες καὶ νύμφαι διὰ τὸ τοὺς ἐγχωρίους κοινῇ τὰς γυναῖκας νύμφας προσαγορεύειν.
这些阿特兰蒂德斯也被称为宁芙,因为当地人习惯上把所有妇女都统称为宁芙。

词汇与语法注释

  1. 3.60.2τοῦ μύθου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττομένου — 属格绝对结构(genitive absolute)。名词 τοῦ μύθου(相当于主语)与分词 αἰνιττομένου(相当于谓语)皆用属格,对主句起到解释或伴随状况的作用。
  2. 3.60.5τοὺς πλείστους τῶν ἀρχαιοτάτων ἡρώων εἰς ταύτας ἀναφέρειν τὸ γένος — 间接引语中不定式 ἀναφέρειν 的逻辑主语(如 ἀνθρώπους,“人们”)被省略。惯用短语 ἀναφέρειν τὸ γένος εἴς τινα 意为“将(家族的)谱系归于/追溯到某人”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.60.1-3.60.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.60.1-3.60.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。