§3.60.1μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν μυθολογοῦσι τοὺς υἱοὺς τοῦ Οὐρανοῦ διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον.
ヒュペリオニスの死後、ウラノスの息子たちが王国を分割したと神話は伝えており、彼らのうちで最も著名なのはアトラスとクロノスであったという。
τούτων δὲ τὸν μὲν Ἄτλαντα λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους, καὶ τούς τε λαοὺς Ἀτλαντίους ὀνομάσαι καὶ τὸ μέγιστον τῶν κατὰ τὴν χώραν ὀρῶν ὁμοίως Ἄτλαντα προσαγορεῦσαι.
そして彼らのうち、アトラスは海洋の傍らの地をくじで得て、その民をアトランティス人と名付け、またその地方の最も高い山を同様にアトラスと呼んだ。
§3.60.2φασὶ δʼ αὐτὸν τὰ περὶ τὴν ἀστρολογίαν ἐξακριβῶσαι. καὶ τὸν σφαιρικὸν λόγον εἰς ἀνθρώπους πρῶτον ἐξενεγεῖν·
また、彼が天文学を究め、球体の理論を最初に人類にもたらしたと人々は言う。
ἀφʼ ἧς αἰτίας δόξαι τὸν σύμπαντα κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι, τοῦ μύθου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττομένου.
この理由から、全世界がアトラスの肩に支えられていると見なされるようになったが、この神話は球体の発見と図解を暗示しているのである。
γενέσθαι δʼ αὐτῷ πλείους υἱούς, ὧν ἕνα διενεγκεῖν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἀρχομένους δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ, τὸν προσαγορευόμενον Ἕσπερον.
また彼には何人もの息子がおり、そのうちの一人は敬虔さと、支配される民に対する正義と人間愛において優れており、ヘスペロスと呼ばれていた。
§3.60.3τοῦτον δʼ ἐπὶ τὴν κορυφὴν τοῦ Ἄτλαντος ὄρους ἀναβαίνοντα καὶ τὰς τῶν ἄστρων παρατηρήσεις ποιούμενον ἐξαίφνης ὑπὸ πνευμάτων συναρπαγέντα μεγάλων ἄφαντον γενέσθαι·
この者がアトラス山の頂上に登り、星々の観測を行っていたところ、突然、強い突風にさらわれて姿を消したという。
διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ τὸ πάθος τὰ πλήθη ἐλεήσαντα τιμὰς ἀθανάτους ἀπονεῖμαι καὶ τὸν ἐπιφανέστατον τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων ὁμωνύμως ἐκείνῳ προσαγορεῦσαι.
そして民衆は、彼の徳のためにその不幸を憐れみ、不死の栄誉を与え、天にある最も著名な星を彼と同じ名前で呼んだ。
§3.60.4ὑπάρξαι δʼ Ἄτλαντι καὶ θυγατέρας ἑπτά, τὰς κοινῶς μὲν ἀπὸ τοῦ πατρὸς καλουμένας Ἀτλαντίδας, ἰδίᾳ δʼ ἑκάστην ὀνομαζομένην Μαῖαν, Ἠλέκτραν, Ταϋγέτην, Στερόπην, Μερόπην, Ἁλκυόνην, καὶ τελευταίαν Κελαινώ.
またアトラスには7人の娘もおり、彼女たちは一般には父親にちなんでアトランティデスと呼ばれ、個々にはマイア、エレクトラ、タユゲテ、ステロペ、メロペ、アルキオネ、そして最後にケライノと名づけられていた。
ταύτας δὲ μιγείσας τοῖς ἐπιφανεστάτοις ἥρωσι καὶ θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ γένους τῶν ἀνθρώπων, τεκούσας τοὺς διʼ ἀρετὴν θεοὺς καὶ ἥρωας ὀνομασθέντας, οἷον τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖς ἀνθρώποις·
彼女たちは最も高名な英雄や神々と交わり、人類の家系の祖となり、その徳のために神々や英雄と呼ばれるようになった者たちを生んだ。 例えば、最年長のマイアはゼウスと交わってヘルメスを生み、彼は人類にとって多くのものの発明者となった。
παραπλησίως δὲ καὶ τὰς ἄλλας Ἀτλαντίδας γεννῆσαι παῖδας ἐπιφανεῖς, ὧν τοὺς μὲν ἐθνῶν, τοὺς δὲ πόλεων γενέσθαι κτίστας.
同様に、他のアトランティデスも著名な子らを生み、彼らのうちある者は諸民族の、ある者は諸都市の創設者となった。
§3.60.5διόπερ οὐ μόνον παρʼ ἐνίοις τῶν βαρβάρων, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι τοὺς πλείστους τῶν ἀρχαιοτάτων ἡρώων εἰς ταύτας ἀναφέρειν τὸ γένος.
それゆえ、一部の異民族の間だけでなく、ギリシャ人の間でも、古代の最も偉大な英雄たちの大部分がその血統を彼女たちに帰しているのである。
ὑπάρξαι δʼ αὐτὰς καὶ σώφρονας διαφερόντως, καὶ μετὰ τὴν τελευτὴν τυχεῖν ἀθανάτου τιμῆς παρʼ ἀνθρώποις καθιδρυθείσας ἐν τῷ κόσμῳ καὶ τῇ τῶν Πλειάδων προσηγορίᾳ περιληφθείσας.
また、彼女たちはとりわけ思慮深く、その死後は、天に据えられてプレイアデスという名称で一括され、人々の間で不死の栄誉を得た。
ἐκλήθησαν δὲ αἱ Ἀτλαντίδες καὶ νύμφαι διὰ τὸ τοὺς ἐγχωρίους κοινῇ τὰς γυναῖκας νύμφας προσαγορεύειν.
アトランティデスはまた「ニンフ」とも呼ばれたが、それは土地の人々が一般に女性を「ニンフ」と呼んでいたからである。