§3.61.1Κρόνον δὲ μυθολογοῦσιν, ἀδελφὸν μὲν Ἄτλαντος ὄντα, διαφέροντα δʼ ἀσεβείᾳ καὶ πλεονεξίᾳ, γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι Δία τὸν Ὀλύμπιον ὕστερον ἐπικληθέντα.
神话说,克洛诺斯是阿特拉斯的兄弟,但因不敬和贪婪而引人注目,他娶了姐姐瑞亚,并与她生下了后来被称为奥林匹亚的宙斯。
γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πολὺ λειπόμενον τοῦ μεταγενεστέρου.
据说还有另一个宙斯,他是乌拉诺斯的兄弟,曾统治克里特岛,但在名声上远远不及后来的那一位。
§3.61.2τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ προγενέστερον, δυναστεύοντα τῆς προειρημένης νήσου, δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κούρητας·
因此,这一位(后来的宙斯)统治了整个宇宙,而较年长的那一位(先前的宙斯)则统治了前述的岛屿,并生下了十个被称为库雷特斯的儿子。
προσαγορεῦσαι δὲ καὶ τὴν νῆσον ἀπὸ τῆς γυναικὸς Ἰδαίαν, ἐν ᾗ καὶ τελευτήσαντα ταφῆναι, δεικνυμένου τοῦ τὴν ταφὴν δεξαμένου τόπου μέχρι τῶν καθʼ ἡμᾶς χρόνων.
他还以妻子的名字将该岛命名为伊代亚岛,并死葬于此,收纳其坟墓的地方直到我们这个时代还被指示出来。
§3.61.3οὐ μὴν οἵ γε Κρῆτες ὁμολογούμενα τούτοις μυθολογοῦσι, περὶ ὧν ἡμεῖς ἐν τοῖς περὶ Κρήτης τὰ κατὰ μέρος ἀναγράψομεν·
然而,克里特人所讲述的神话并不与这些相符,关于这一点,我们将在有关克里特岛的章节中进行详细记录。
δυναστεῦσαι δέ φασι τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Ἰταλίαν, καὶ τὸ σύνολον ἐν τοῖς πρὸς ἑσπέραν τόποις συστήσασθαι τὴν βασιλείαν· παρὰ πᾶσι δὲ φρουραῖς διακατέχειν τὰς ἀκροπόλεις καὶ τοὺς ὀχυροὺς τῶν τόπων·
但人们说,克洛诺斯统治了西西里、利比亚,以及意大利,总的来说是在西方地区建立了自己的王国;他在所有地方都用守军把守着卫城和险要之地。
ἀφʼ οὗ δὴ μέχρι τοῦ νῦν χρόνου κατά τε τὴν Σικελίαν καὶ τὰ πρὸς ἑσπέραν νεύοντα μέρη πολλοὺς τῶν ὑψηλῶν τόπων ἀπʼ ἐκείνου Κρόνια προσαγορεύεσθαι.
正是由于这个原因,直到现在,在西西里和偏向西方的地区,许多高地都以他的名字被称为克洛尼亚。
§3.61.4Κρόνου δὲ γενόμενον υἱὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι, καὶ παρεχόμενον ἑαυτὸν πᾶσιν ἐπιεικῆ καὶ φιλάνθρωπον ὑπὸ τοῦ πλήθους πατέρα προσαγορευθῆναι.
据说,克洛诺斯所生的儿子宙斯效仿了与父亲相反的生活,由于他向所有人展示了自己的温和与仁慈,被大众称为“父亲”。
διαδέξασθαι δʼ αὐτόν φασι τὴν βασιλείαν οἱ μὲν ἑκουσίως τοῦ πατρὸς παραχωρήσαντος, οἱ δʼ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα·
人们说他继承了王位,有人说是由于父亲自愿让位,也有人说是由于大众对父亲的憎恨而推选了他。
ἐπιστρατεύσαντος δʼ ἐπʼ αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι τῇ μάχῃ τὸν Δία, καὶ κύριον γενόμενον τῶν ὅλων ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην, εὐεργετοῦντα τὸ γένος τῶν ἀνθρώπων.
当克洛诺斯与提坦神一同对他发起战争时,宙斯在战斗中取得了胜利,并成为万物的统治者,巡行了整个有人居住的世界,造福了人类。
§3.61.5διενεγκεῖν δʼ αὐτὸν καὶ σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς, καὶ διὰ τοῦτο ταχὺ κύριον γενέσθαι τοῦ σύμπαντος κόσμου.
他在身体力量和所有其他美德上都出类拔萃,因此迅速成为整个宇宙的统治者。
καθόλου δʼ αὐτὸν τὴν ἅπασαν σπουδὴν ἔχειν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν καὶ πονηρῶν, εὐεργεσίαν δὲ τῶν ὄχλων.
总的来说,他将全部精力致力于惩罚不敬与邪恶之人,并造福大众。
§3.61.6ἀνθʼ ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι μὲν Ζῆνα διὰ τὸ δοκεῖν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις, καθιδρυθῆναι δʼ ἐν τῷ κόσμῳ τῇ τῶν εὖ παθόντων τιμῇ, πάντων προθύμως ἀναγορευόντων θεὸν καὶ κύριον εἰς τὸν αἰῶνα τοῦ σύμπαντος κόσμου.
作为这些行为的回报,在他离开人世之后,由于被视为人类美好生活(zen)的因由,他被命名为“泽纳”(宙斯),并因受惠者的尊崇而被安置在宇宙中,所有人均热切地宣布他为整个宇宙的永恒之神与主宰。
τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντίοις θεολογουμένων τὰ κεφάλαια ταῦτʼ ἔστιν.
以上便是阿特兰蒂斯人中关于神话的要点。