§3.60.1μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν μυθολογοῦσι τοὺς υἱοὺς τοῦ Οὐρανοῦ διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον.
And after the death of Hyperion, they mythologize that the sons of Uranus divided the kingdom, of whom Atlas and Cronus were the most illustrious.
τούτων δὲ τὸν μὲν Ἄτλαντα λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους, καὶ τούς τε λαοὺς Ἀτλαντίους ὀνομάσαι καὶ τὸ μέγιστον τῶν κατὰ τὴν χώραν ὀρῶν ὁμοίως Ἄτλαντα προσαγορεῦσαι.
And of these, Atlas obtained the regions by the ocean, and named the peoples Atlantians, and likewise called the greatest of the mountains in the country Atlas.
§3.60.2φασὶ δʼ αὐτὸν τὰ περὶ τὴν ἀστρολογίαν ἐξακριβῶσαι. καὶ τὸν σφαιρικὸν λόγον εἰς ἀνθρώπους πρῶτον ἐξενεγεῖν· ἀφʼ ἧς αἰτίας δόξαι τὸν σύμπαντα κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι, τοῦ μύθου τὴν τῆς σφαίρας εὕρεσιν καὶ καταγραφὴν αἰνιττομένου.
And they say that he made astronomy precise, and was the first to bring the doctrine of the sphere to mankind; for which reason it was thought that the entire cosmos was supported upon the shoulders of Atlas, the myth hinting at the discovery and drawing of the sphere.
γενέσθαι δʼ αὐτῷ πλείους υἱούς, ὧν ἕνα διενεγκεῖν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἀρχομένους δικαιοσύνῃ καὶ φιλανθρωπίᾳ, τὸν προσαγορευόμενον Ἕσπερον.
And that he had several sons, of whom one excelled in piety and in justice and benevolence toward his subjects, who was called Hesperus.
§3.60.3τοῦτον δʼ ἐπὶ τὴν κορυφὴν τοῦ Ἄτλαντος ὄρους ἀναβαίνοντα καὶ τὰς τῶν ἄστρων παρατηρήσεις ποιούμενον ἐξαίφνης ὑπὸ πνευμάτων συναρπαγέντα μεγάλων ἄφαντον γενέσθαι· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ τὸ πάθος τὰ πλήθη ἐλεήσαντα τιμὰς ἀθανάτους ἀπονεῖμαι καὶ τὸν ἐπιφανέστατον τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων ὁμωνύμως ἐκείνῳ προσαγορεῦσαι.
And they say that this man, as he was ascending to the summit of Mount Atlas and making observations of the stars, was suddenly snatched away by great winds and disappeared; and the multitudes, because of his virtue, pitying his fate, accorded him immortal honors and called the most brilliant of the stars in heaven by his name.
§3.60.4ὑπάρξαι δʼ Ἄτλαντι καὶ θυγατέρας ἑπτά, τὰς κοινῶς μὲν ἀπὸ τοῦ πατρὸς καλουμένας Ἀτλαντίδας, ἰδίᾳ δʼ ἑκάστην ὀνομαζομένην Μαῖαν, Ἠλέκτραν, Ταϋγέτην, Στερόπην, Μερόπην, Ἁλκυόνην, καὶ τελευταίαν Κελαινώ.
And that Atlas had also seven daughters, who were called collectively after their father Atlantides, but individually each was named Maia, Electra, Taygete, Sterope, Merope, Alcyone, and last Celaeno.
ταύτας δὲ μιγείσας τοῖς ἐπιφανεστάτοις ἥρωσι καὶ θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ γένους τῶν ἀνθρώπων, τεκούσας τοὺς διʼ ἀρετὴν θεοὺς καὶ ἥρωας ὀνομασθέντας, οἷον τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν Ἑρμῆν τεκνῶσαι, πολλῶν εὑρετὴν γενόμενον τοῖς ἀνθρώποις· παραπλησίως δὲ καὶ τὰς ἄλλας Ἀτλαντίδας γεννῆσαι παῖδας ἐπιφανεῖς, ὧν τοὺς μὲν ἐθνῶν, τοὺς δὲ πόλεων γενέσθαι κτίστας.
And that these, having coupled with the most illustrious heroes and gods, became the founders of the race of mankind, giving birth to those who because of their virtue were named gods and heroes; as for instance, Maia, the eldest, coupling with Zeus, gave birth to Hermes, who became the discoverer of many things for mankind; and in like manner the other Atlantides also gave birth to illustrious children, of whom some became founders of nations, and others of cities.
§3.60.5διόπερ οὐ μόνον παρʼ ἐνίοις τῶν βαρβάρων, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι τοὺς πλείστους τῶν ἀρχαιοτάτων ἡρώων εἰς ταύτας ἀναφέρειν τὸ γένος.
Therefore, not only among some of the barbarians, but also among the Greeks, they trace the lineage of most of the ancient heroes back to these women.
ὑπάρξαι δʼ αὐτὰς καὶ σώφρονας διαφερόντως, καὶ μετὰ τὴν τελευτὴν τυχεῖν ἀθανάτου τιμῆς παρʼ ἀνθρώποις καθιδρυθείσας ἐν τῷ κόσμῳ καὶ τῇ τῶν Πλειάδων προσηγορίᾳ περιληφθείσας.
And that they were also exceptionally sober, and after their death obtained immortal honor among men, being established in the cosmos and encompassed under the name of the Pleiades.
ἐκλήθησαν δὲ αἱ Ἀτλαντίδες καὶ νύμφαι διὰ τὸ τοὺς ἐγχωρίους κοινῇ τὰς γυναῖκας νύμφας προσαγορεύειν.
And the Atlantides were also called nymphs because the inhabitants of that land commonly addressed women as nymphs.