Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.58.1-3.58.4

库贝勒的成长、乐器发明与阿提斯的恋情

第 219 段,共 406 段 · 希腊语

内容简介

讲述了女神库贝勒(山之母)在弗里吉亚的诞生神话、她被野兽抚养和获救的经历、她对乐器和净化仪式的发明、她与马尔叙亚斯的友谊,以及她与阿提斯的秘密恋爱与怀孕。

§3.58.1παραδέδοται δὲ τῆς θεοῦ ταύτης καὶ κατὰ τὴν Φρυγίαν γένεσις.
这位女神的诞生在弗里吉亚地方也有传说。
οἱ γὰρ ἐγχώριοι μυθολογοῦσι τὸ παλαιὸν γενέσθαι βασιλέα Φρυγίας καὶ Λυδίας Μῄονα· γήμαντα δὲ Δινδύμην γεννῆσαι μὲν παιδίον θῆλυ, τρέφειν δʼ αὐτὸ μὴ βουλόμενον εἰς ὄρος ἐκθεῖναι τὸ προσαγορευόμενον Κύβελον.
因为当地居民神话道,古时有弗里吉亚和吕底亚的国王梅翁;他娶了丁迪梅,生下一个女孩,但因不想抚养她,而把她遗弃在被称为库贝洛斯的山上。
ἐνταῦθα τῷ παιδίῳ κατά τινα θείαν πρόνοιαν τάς τε παρδάλεις καί τινα τῶν ἄλλων τῶν ἀλκῇ διαφερόντων θηρίων παρέχεσθαι τὴν θηλὴν καὶ διατρέφειν,
在那里,通过某种神圣的摄理,豹子和一些其他力量出众的野兽给这个幼女哺乳并抚养了她。
§3.58.2γύναια δὲ τινα περὶ τὸν τόπον ποιμαίνοντα κατιδεῖν τὸ γινόμενον, καὶ θαυμάσαντα τὴν περιπέτειαν ἀνελέσθαι τὸ βρέφος, καὶ προσαγορεῦσαι Κυβέλην ἀπὸ τοῦ τόπου.
在那个地方附近牧羊的一些妇女看到了所发生的事情,对这一奇遇感到惊异,便抱回了婴儿,并根据该地名将她命名为库贝勒。
αὐξομένην δὲ τὴν παῖδα τῷ τε κάλλει καὶ σωφροσύνῃ διενεγκεῖν, ἔτι δὲ συνέσει γενέσθαι θαυμαστήν· τήν τε γὰρ πολυκάλαμον σύριγγα πρώτην ἐπινοῆσαι καὶ πρὸς τὰς παιδιὰς καὶ χορείας εὑρεῖν κύμβαλα καὶ τύμπανα, πρὸς δὲ τούτοις καθαρμοὺς τῶν νοσούντων κτηνῶν τε καὶ νηπίων παίδων εἰσηγήσασθαι·
随着女孩长大,她在美丽和端庄上都出类拔萃,而且在智慧上也令人赞叹;因为她首先发明了多管排箫,并为了游戏和舞蹈而发明了钹和鼓,此外,她还引入了针对生病牲畜和婴儿的净化仪式。
§3.58.3διὸ καὶ τῶν βρεφῶν ταῖς ἐπῳδαῖς σωζομένων καὶ τῶν πλείστων ὑπʼ αὐτῆς ἐναγκαλιζομένων, διὰ τὴν εἰς ταῦτα σπουδὴν καὶ φιλοστοργίαν ὑπὸ πάντων αὐτὴν ὀρείαν μητέρα προσαγορευθῆναι.
因此,由于婴儿们通过咒语而得救,且大多数婴儿被她抱在怀里,因为她对这些事情的专注和深情,她被所有人称为“山之母”。
συναναστρέφεσθαι δʼ αὐτῇ καὶ φιλίαν ἔχειν ἐπὶ πλέον φασὶ Μαρσύαν τὸν Φρύγα, θαυμαζόμενον ἐπὶ συνέσει καὶ σωφροσύνῃ· καὶ τῆς μὲν συνέσεως τεκμήριον λαμβάνουσι τὸ μιμήσασθαι τοὺς φθόγγους τῆς πολυκαλάμου σύριγγος καὶ μετενεγκεῖν ἐπὶ τοὺς αὐλοὺς τὴν ὅλην ἁρμονίαν, τῆς δὲ σωφροσύνης σημεῖον εἶναί φασι τὸ μέχρι τῆς τελευτῆς ἀπείρατον γενέσθαι τῶν ἀφροδισίων.
据说弗里吉亚人马尔叙亚斯与她交往密切,并与她保持着极深的友谊,他因智慧和端庄而受到赞美;人们将他模仿多管排箫的声音并将全部和谐转移到双簧管上作为他智慧的证据,并说他直到去世也未曾体验过男女之爱,这是他端庄的证明。
§3.58.4τὴν οὖν Κυβέλην εἰς ἀκμὴν ἡλικίας ἐλθοῦσαν ἀγαπῆσαι τῶν ἐγχωρίων τινὰ νεανίσκον τὸν προσαγορευόμενον μὲν Ἄττιν, ὕστερον δʼ ἐπικληθέντα Πάπαν· συνελθοῦσαν δʼ εἰς ὁμιλίαν αὐτῷ λάθρᾳ καὶ γενομένην ἔγκυον ἐπιγνωσθῆναι κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν γονέων.
且说库贝勒到了妙龄,爱上了当地的一个名叫阿提斯的青年,他后来被称为帕帕斯;她与他私下结合并怀了孕,在这个时候被她的父母察觉了。

词汇与语法注释

  1. §3.58.1γενέσθαι βασιλέα Φρυγίας καὶ Λυδίας Μῄονα· γήμαντα δὲ Δινδύμην γεννῆσαι μὲν παιδίον θῆλυ, τρέφειν δʼ αὐτὸ μὴ βουλόμενον εἰς ὄρος ἐκθεῖναι — 依赖于 μυθολογοῦσι 的宾格加不定式结构。宾格的 Μῄονα 作第一个不定式 γενέσθαι 的主语(或表语),同时作为随后的不定式 γεννῆσαι 和 ἐκθεῖναι 的共同主语。宾格分词 γήμαντα 和 βουλόμενον 与 Μῄονα 一致并修饰它。
  2. §3.58.3τῶν βρεφῶν ταῖς ἐπῳδαῖς σωζομένων καὶ τῶν πλείστων ὑπʼ αὐτῆς ἐναγκαλιζομένων — τῶν βρεφῶν ... σωζομένων 与 τῶν πλείστων ... ἐναγκαλιζομένων 构成并列的属格绝对结构,表示主句不定式 προσαγορευθῆναι 的原因。介词短语 ὑπʼ αὐτῆς 修饰被动分词 ἐναγκαλιζομένων。
  3. §3.58.4συνελθοῦσαν δʼ εἰς ὁμιλίαν αὐτῷ λάθρᾳ καὶ γενομένην ἔγκυον ἐπιγνωσθῆναι — 被动不定式 ἐπιγνωσθῆναι 的上下文主语是句首的 τὴν οὖν Κυβέλην。宾格分词 συνελθοῦσαν 与 γενομένην 在性、数、格上与该主语 Κυβέλην 一致。被动动作的施事者由 ὑπὸ τῶν γονέων 表示。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.58.1-3.58.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.58.1-3.58.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。