§3.58.1παραδέδοται δὲ τῆς θεοῦ ταύτης καὶ κατὰ τὴν Φρυγίαν γένεσις.
この女神の誕生はフリュギア地方においてもまた伝えられている。
οἱ γὰρ ἐγχώριοι μυθολογοῦσι τὸ παλαιὸν γενέσθαι βασιλέα Φρυγίας καὶ Λυδίας Μῄονα· γήμαντα δὲ Δινδύμην γεννῆσαι μὲν παιδίον θῆλυ, τρέφειν δʼ αὐτὸ μὴ βουλόμενον εἰς ὄρος ἐκθεῖναι τὸ προσαγορευόμενον Κύβελον.
というのも、現地の住民たちが語る神話によれば、昔、フリュギアとリュディアの王メオンがおり、彼はディンデュメを妻として女の子をもうけたが、その子を育てることを望まず、キュベロスと呼ばれる山に捨てたという。
ἐνταῦθα τῷ παιδίῳ κατά τινα θείαν πρόνοιαν τάς τε παρδάλεις καί τινα τῶν ἄλλων τῶν ἀλκῇ διαφερόντων θηρίων παρέχεσθαι τὴν θηλὴν καὶ διατρέφειν,
そこである神的な摂理によって、その幼子にヒョウや、力において優れた他の獣の一部が乳房を与えて育てた。
§3.58.2γύναια δὲ τινα περὶ τὸν τόπον ποιμαίνοντα κατιδεῖν τὸ γινόμενον, καὶ θαυμάσαντα τὴν περιπέτειαν ἀνελέσθαι τὸ βρέφος, καὶ προσαγορεῦσαι Κυβέλην ἀπὸ τοῦ τόπου.
その場所の近くで羊を飼っていた何人かの女たちが、起こっていることを見て、その奇妙な出来事に驚嘆して赤ん坊を拾い上げ、その場所にちなんでキュベレと名付けたという。
αὐξομένην δὲ τὴν παῖδα τῷ τε κάλλει καὶ σωφροσύνῃ διενεγκεῖν, ἔτι δὲ συνέσει γενέσθαι θαυμαστήν·
成長するにつれて、その少女は美しさと控えめさにおいて抜きん出た者となり、さらに知性においても驚くべき者となった。
τήν τε γὰρ πολυκάλαμον σύριγγα πρώτην ἐπινοῆσαι καὶ πρὸς τὰς παιδιὰς καὶ χορείας εὑρεῖν κύμβαλα καὶ τύμπανα, πρὸς δὲ τούτοις καθαρμοὺς τῶν νοσούντων κτηνῶν τε καὶ νηπίων παίδων εἰσηγήσασθαι·
彼女は、多くの管からなるパンの笛を最初に考案し、遊びや舞踊のためにシンバルと太鼓を発明し、さらにこれらに加えて、病気の家畜や幼い子供たちのための浄めを導入したのである。
§3.58.3διὸ καὶ τῶν βρεφῶν ταῖς ἐπῳδαῖς σωζομένων καὶ τῶν πλείστων ὑπʼ αὐτῆς ἐναγκαλιζομένων, διὰ τὴν εἰς ταῦτα σπουδὴν καὶ φιλοστοργίαν ὑπὸ πάντων αὐτὴν ὀρείαν μητέρα προσαγορευθῆναι.
それゆえ、乳児たちが呪文によって救われ、その多くが彼女によって抱きしめられたため、これらに対する熱心さと慈愛のために、彼女はすべての人から「山の母」と呼ばれたという。
συναναστρέφεσθαι δʼ αὐτῇ καὶ φιλίαν ἔχειν ἐπὶ πλέον φασὶ Μαρσύαν τὸν Φρύγα, θαυμαζόμενον ἐπὶ συνέσει καὶ σωφροσύνῃ·
また、フリュギア人マルシュアスが彼女と親しく交わり、格別の友情を抱いていたと人々は語っている。 彼は知性と控えめさにおいて称賛されていた。
καὶ τῆς μὲν συνέσεως τεκμήριον λαμβάνουσι τὸ μιμήσασθαι τοὺς φθόγγους τῆς πολυκαλάμου σύριγγος καὶ μετενεγκεῖν ἐπὶ τοὺς αὐλοὺς τὴν ὅλην ἁρμονίαν, τῆς δὲ σωφροσύνης σημεῖον εἶναί φασι τὸ μέχρι τῆς τελευτῆς ἀπείρατον γενέσθαι τῶν ἀφροδισίων.
そして、彼の知性の証拠として彼らは、多くの管からなるパンの笛の音を模倣し、その全体の調和を縦笛に移し替えたことを挙げている。 また彼の控えめさの兆候は、死に至るまで愛の交わりを経験しないままでいたことであると人々は言っている。
§3.58.4τὴν οὖν Κυβέλην εἰς ἀκμὴν ἡλικίας ἐλθοῦσαν ἀγαπῆσαι τῶν ἐγχωρίων τινὰ νεανίσκον τὸν προσαγορευόμενον μὲν Ἄττιν, ὕστερον δʼ ἐπικληθέντα Πάπαν·
さて、キュベレは年頃になると、現地のある若者を愛するようになった。 その若者はアッティスと呼ばれ、のちにパパスとあだ名された。
συνελθοῦσαν δʼ εἰς ὁμιλίαν αὐτῷ λάθρᾳ καὶ γενομένην ἔγκυον ἐπιγνωσθῆναι κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν γονέων.
彼女は彼と密かに関係を持って妊娠し、この時に両親にその事実を知られたのである。