Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.57.1-3.57.8

巴西蕾亚的统治与赫利俄斯和塞勒涅的神化

第 218 段,共 406 段 · 希腊语

内容简介

本段叙述了乌拉诺斯的子嗣提坦神族的诞生、巴西蕾亚的贤明统治,以及她的儿女赫利俄斯和塞勒涅因提坦们的阴谋而惨死的悲剧与随后的天体崇拜起源。

§3.57.1οὐρανοῦ δὲ μυθολογοῦσι γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τετταράκοντα, καὶ τούτων ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τιταίας ὄνομα μὲν ἴδιον ἔχοντας ἑκάστους, κοινῇ δὲ πάντας ἀπὸ τῆς μητρὸς ὀνομαζομένους Τιτᾶνας.
他们传说,乌拉诺斯与几位妻子生了四十五个孩子,据说其中有十八个是与提泰亚所生,每个人都有自己的名字,但所有人根据母亲的名字被共同称为提坦。
§3.57.2τὴν δὲ Τιταίαν, σώφρονα οὖσαν καὶ πολλῶν ἀγαθῶν αἰτίαν γενομένην τοῖς λαοῖς, ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν ὑπὸ τῶν εὖ παθόντων Γῆν μετονομασθεῖσαν.
而提泰亚因为为人聪慧,且给人们带来了许多福祉,在死后被受益者们神格化,并改名为“盖”。
γενέσθαι δʼ αὐτῷ καὶ θυγατέρας, ὧν εἶναι δύο τὰς πρεσβυτάτας πολὺ τῶν ἄλλων ἐπιφανεστάτας, τήν τε καλουμένην Βασίλειαν καὶ Ῥέαν τὴν ὑπʼ ἐνίων Πανδώραν ὀνομασθεῖσαν.
据说乌拉诺斯也生了女儿,其中最年长的两个比其他人要著名得多:一个被称为巴西蕾亚,另一个是被一些人称为潘多拉的瑞亚。
§3.57.3τούτων δὲ τὴν μὲν Βασίλειαν, πρεσβυτάτην οὖσαν καὶ σωφροσύνῃ τε καὶ συνέσει πολὺ τῶν ἄλλων διαφέρουσαν, ἐκθρέψαι πάντας τοὺς ἀδελφοὺς κοινῇ μητρὸς εὔνοιαν παρεχομένην· διὸ καὶ μεγάλην μητέρα προσαγορευθῆναι·
在这些人中,巴西蕾亚因为最年长,且在聪慧和理解力上远远超过其他人,她以母亲般的善意共同抚养了所有的兄弟;因此她也被称为“伟大的母亲”。
μετὰ δὲ τὴν τοῦ πατρὸς ἐξ ἀνθρώπων εἰς θεοὺς μετάστασιν, συγχωρούντων τῶν ὄχλων καὶ τῶν ἀδελφῶν, διαδέξασθαι τὴν βασιλείαν παρθένον οὖσαν ἔτι καὶ διὰ τὴν ὑπερβολὴν τῆς σωφροσύνης οὐδενὶ συνοικῆσαι βουληθεῖσαν.
在她的父亲从人间迁升到神明那里之后,在大众和兄弟们的同意下,她继承了王位。 当时她仍是处女,且由于极度的聪慧而不愿与任何人结婚。
ὕστερον δὲ βουλομένην διαδόχους τῆς βασιλείας ἀπολιπεῖν υἱούς, Ὑπερίονι συνοικῆσαι τῶν ἀδελφῶν ἑνί, πρὸς ὃν οἰκειότατα διέκειτο.
但后来,由于希望留下儿子作为王位的继承人,她与兄弟之一、她最亲密对待的许珀里翁结婚。
§3.57.4γενομένων δʼ αὐτῇ δύο τέκνων, Ἡλίου καὶ Σελήνης, καὶ θαυμαζομένων ἐπί τε τῷ κάλλει καὶ τῇ σωφροσύνῃ, φασὶ τοὺς ἀδελφοὺς ταύτῃ μὲν ἐπʼ εὐτεκνίᾳ φθονοῦντας, τὸν δʼ Ὑπερίονα φοβηθέντας μήποτε τὴν βασιλείαν εἰς αὑτὸν περισπάσῃ, πρᾶξιν ἐπιτελέσασθαι παντελῶς ἀνόσιον·
当她生下两个孩子——赫利俄斯和塞勒涅,并且他们因美丽和聪慧而受到赞美时,据说兄弟们嫉妒她拥有优秀的孩子,又害怕许珀里翁有一天会将王权攫取到自己手中,于是实行了极其不敬的恶行。
§3.57.5συνωμοσίαν γὰρ ποιησαμένους τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δʼ Ἥλιον ὄντα παῖδα τὴν ἡλικίαν ἐμβαλόντας εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι·
因为他们结成阴谋,杀害了许珀里翁,并将当时年纪尚幼的赫利俄斯投入埃里达诺斯河中淹死。
καταφανοῦς δὲ γενομένης τῆς ἀτυχίας, τὴν μὲν Σελήνην φιλάδελφον οὖσαν καθʼ ὑπερβολὴν ἀπὸ τοῦ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ μητέρα ζητοῦσαν τὸ σῶμα παρὰ τὸν ποταμὸν σύγκοπον γενέσθαι, καὶ κατενεχθεῖσαν εἰς ὕπνον ἰδεῖν ὄψιν, καθʼ ἣν ἔδοξεν ἐπιστάντα τὸν Ἥλιον παρακαλεῖν αὐτὴν μὴ θρηνεῖν τὸν τῶν τέκνων θάνατον· τοὺς μὲν γὰρ Τιτᾶνας τεύξεσθαι τῆς προσηκούσης τιμωρίας, ἑαυτὸν δὲ καὶ τὴν ἀδελφὴν εἰς ἀθανάτους φύσεις μετασχηματισθήσεσθαι θείᾳ τινὶ προνοίᾳ· ὀνομασθήσεσθαι γὰρ ὑπὸ τῶν ἀνθρώπων ἥλιον μὲν τὸ πρότερον ἐν οὐρανῷ πῦρ ἱερὸν καλούμενον, σελήνην δὲ τὴν μήνην προσαγορευομένην.
当这一不幸事件暴露后,极具手足之情的塞勒涅从屋顶跳下自尽;而母亲在河边寻找尸体时精疲力竭,在沉睡中做了一个梦,在梦中赫利俄斯似乎站在她身旁,劝她不要为孩子们的死哀哭;因为提坦们将会受到应有的惩罚,而他和他的妹妹由于某种神圣的摄理,将被转化为不朽的本性;因为人类将把以前在天空中被称为圣火的命名为赫利俄斯(太阳),而把被称为“美内”的命名为塞勒涅(月亮)。
§3.57.6διεγερθεῖσαν δὲ καὶ τοῖς ὄχλοις τόν τε ὄνειρον καὶ τὰ περὶ αὑτὴν ἀτυχήματα διελθοῦσαν ἀξιῶσαι τοῖς μὲν τετελευτηκόσιν ἀπονεῖμαι τιμὰς ἰσοθέους, τοῦ δʼ αὐτῆς σώματος μηκέτι μηδένα θιγεῖν.
她醒来后,向大众讲述了梦境以及自已遭遇的灾难,并请求他们向死者授予神一般的荣誉,且从此不再有任何人触碰她的身体。
§3.57.7μετὰ δὲ ταῦτα ἐμμανῆ γενομένην καὶ τῶν τῆς θυγατρὸς παιγνίων τὰ δυνάμενα ψόφον ἐπιτελεῖν ἁρπάσασαν πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, τῷ δὲ διὰ τῶν τυμπάνων καὶ κυμβάλων ψόφῳ ἐνθεάζουσαν, ὥστε καταπλήττεσθαι πλήττεσθαι τοὺς ὁρῶντας.
在此之后,她陷入了疯狂,夺走了女儿玩具中能够发出声响的那些,披散着头发,在鼓和钹的声响中狂乱地在国土上徘徊,以至于看见她的人都感到惊骇。
§3.57.8πάντων δὲ τὸ περὶ αὐτὴν πάθος ἐλεούντων, καί τινων ἀντεχομένων τοῦ σώματος, ἐπιγενέσθαι πλῆθος ὄμβρου καὶ συνεχεῖς κεραυνῶν πτώσεις· ἐνταῦθα δὲ τὴν μὲν Βασίλειαν ἀφανῆ γενέσθαι, τοὺς δʼ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην τῇ προσηγορίᾳ καὶ ταῖς τιμαῖς μεταγαγεῖν ἐπὶ τὰ κατʼ οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι, καὶ ταῖς διὰ τῶν τυμπάνων καὶ κυμβάλων ἐνεργείαις καὶ τοῖς ἄλλοις ἅπασιν ἀπομιμουμένους τὰ περὶ αὐτὴν συμβάντα θυσίας καὶ τὰς ἄλλας τιμὰς ἀπονεῖμαι.
当所有人都哀怜她的遭遇,并且有些人正试图抱住她的身体时,突然降下了暴雨并伴随着连续的雷劈;此时巴西蕾亚消失了,大众对这一巨变感到惊叹,将赫利俄斯和塞勒涅的名字和荣誉转移到了天空中的星辰上,并把他们的母亲视为女神,建立了祭坛,通过敲鼓和击钹的仪式以及所有其他方式来模仿发生在她身上的遭遇,向她献祭并授予其他荣誉。

词汇与语法注释

  1. 3.57.1οὐρανοῦ — 属格 οὐρανοῦ 用作表示来源的属格或所有格属格,指明不定式 γενέσθαι 的逻辑主语 παῖδας 的父亲(“乌拉诺斯生了孩子们”)。
  2. 3.57.4μήποτε τὴν βασιλείαen εἰς αὑτὸν περισπάσῃ — 这是一个由表示害怕的分词 φοβηθέντας(害怕)引导的担忧从句,使用了不定过去时虚拟语气(περισπάσῃ)。反身代词 αὑτόν 指代许珀里翁本身。
  3. 3.57.5ἥλιον μὲν τὸ πρότερον ἐν οὐρανῷ πῦρ ἱερὸν καλούμενον — 由于间接引语(对格通格结构)的持续,被动不定式 ὀνομασθήσεσθαι 的主语和表语均呈现为对格(ἥλιον, πῦρ... καλούμενον)。在直接引语中,这本应为主格等同关系。
  4. 3.57.8τὰ περὶ αὐτὴν συμβάντα — 包含介词短语 περὶ αὐτήν 的冠词分词短语起名词作用(“发生在她身上的遭遇”),并作为分词 ἀπομιμουμένους 的直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.57.1-3.57.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.57.1-3.57.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。