Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.55.1-3.55.11

女王妙丽娜的东方远征、建城与败亡

第 216 段,共 406 段 · 希腊语

内容简介

叙述了俘虏反抗亚马逊人的起义、女王妙丽娜在东地中海的远征与建城事迹,以及她最终在与莫普索斯率领的色雷斯人的战斗中战死的过程。

§3.55.1τῶν δʼ Ἀμαζόνων νυκτὸς τὰ περὶ τὰς φυλακὰς ῥᾳθυμουσῶν διὰ τὴν εὐημερίαν, ἐπιθεμένας τὰς αἰχμαλωτίδας, σπασαμένας τὰ ξίφη τῶν δοκουσῶν κεκρατηκέναι πολλὰς ἀνελεῖν· τέλος δὲ τοῦ πλήθους αὐτὰς πανταχόθεν περιχυθέντος εὐγενῶς μαχομένας ἁπάσας κατακοπῆναι.
由于亚马逊人在夜间因胜利而对警备有所松懈,被俘的妇女们袭击了她们,拔出那些自以为征服了她们的妇女的剑,杀死了许多人;但最后,由于大军从四面八方将她们包围,她们虽英勇战斗,仍全部被斩杀。
§3.55.2τὴν δὲ Μύριναν θάψασαν τὰς ἀναιρεθείσας τῶν συστρατευουσῶν ἐν τρισὶ πυραῖς χωμάτων μεγάλων ἐπιστῆσαι τάφους τρεῖς, οὓς μέχρι τοῦ νῦν Ἀμαζόνων σωροὺς ὀνομάζεσθαι.
而妙丽娜在三处柴堆上火化了那些在战斗中被杀的女战友,并建起了三座由巨大土堆构成的坟墓,这些坟墓直到今天还被称为“亚马逊冢”。
§3.55.3τὰς δὲ Γοργόνας ἐν τοῖς ὕστερον χρόνοις αὐξηθείσας πάλιν ὑπὸ Περσέως τοῦ Διὸς καταπολεμηθῆναι, καθʼ ὃν καιρὸν ἐβασίλευεν αὐτῶν Μέδουσα· τὸ δὲ τελευταῖον ὑφʼ Ἡρακλέους ἄρδην ἀναιρεθῆναι ταύτας τε καὶ τὸ τῶν Ἀμαζόνων ἔθνος, καθʼ ὃν καιρὸν τοὺς πρὸς ἑσπέραν τόπους ἐπελθὼν ἔθετο τὰς ἐπὶ τῆς Λιβύης στήλας, δεινὸν ἡγούμενος, εἰ προελόμενος τὸ γένος κοινῇ τῶν ἀνθρώπων εὐεργετεῖν περιόψεταί τινα τῶν ἐθνῶν γυναικοκρατούμενα.
此外,戈耳工人在后来的时期再次强大起来,在美杜莎统治她们的时候,被泽ウス之子珀尔修斯击败;最后,她们和亚马逊族人都在赫拉克勒斯手中被彻底消灭,¦p.v.1.p.353 那是在他袭击西方各地区、在利比亚树立石柱的时期,因为他认为,既然自己立志造福人类,若对任何受妇女统治的族群视而不见,那将是一件不可容忍的事。
λέγεται δὲ καὶ τὴν Τριτωνίδα λίμνην σεισμῶν γενομένων ἀφανισθῆναι, ῥαγέντων αὐτῆς τῶν πρὸς τὸν ὠκεανὸν μερῶν κεκλιμένων.
据说,特里托尼斯湖也因为发生了地震而消失,因为该湖向大洋倾斜的部分发生了崩裂。
§3.55.4τὴν δὲ Μύρινάν φασι τῆς τε Λιβύης τὴν πλείστην ἐπελθεῖν, καὶ παραβαλοῦσαν εἰς Αἴγυπτον πρὸς μὲν Ὧρον τὸν Ἴσιδος βασιλεύοντα τότε τῆς Αἰγύπτου φιλίαν συνθέσθαι, πρὸς δʼ Ἄραβας διαπολεμήσασαν καὶ πολλοὺς αὐτῶν ἀνελοῦσαν, τὴν μὲν Συρίαν καταστρέψασθαι, τῶν δὲ Κιλίκων ἀπαντησάντων αὐτῇ μετὰ δώρων καὶ τὸ κελευόμενον ποιήσειν ὁμολογούντων, ἐλευθέρους ἀφεῖναι τοὺς ἑκουσίως προσχωρήσαντας, οὓς ἀπὸ ταύτης τῆς αἰτίας μέχρι τοῦ νῦν Ἐλευθεροκίλικας καλεῖσθαι.
据说妙丽娜袭击了利比亚的大部分地区,并在抵达埃及后,与当时统治埃及的伊西斯之子荷鲁斯缔结了友好关系,在与阿拉伯人彻底交战并杀死了他们之中的许多人后,征服了叙利亚;当基利家人携带礼物迎接她并同意听从命令行事时,她释放了那些自愿归顺的人,由于这个原因,他们直到今天仍被称为“自由基利家人”。
§3.55.5καταπολεμῆσαι δʼ αὐτὴν καὶ τὰ περὶ τὸν Ταῦρον ἔθνη, διάφορα ταῖς ἀλκαῖς ὄντα, καὶ διὰ Φρυγίας τῆς μεγάλης ἐπὶ θάλατταν καταβῆναι· ἑξῆς δὲ τὴν παραθαλάττιον χώραν προσαγαγομένην ὅρους θέσθαι τῆς στρατείας τὸν Κάικον ποταμόν.
她还征服了托罗斯山脉周围在武勇上杰出的族群,并通过大弗里吉亚下到海边;接着,她服属了沿海地区,并以凯科斯河作为她远征的边界。
§3.55.6τῆς δὲ δορικτήτου χώρας ἐκλεξαμένην τοὺς εὐθέτους τόπους εἰς πόλεων κτίσεις οἰκοδομῆσαι πλείους πόλεις, καὶ τούτων ὁμώνυμον μίαν ἑαυτῇ κτίσαι, τὰς δʼ ἄλλας ἀπὸ τῶν τὰς ἡγεμονίας τὰς μεγίστας ἐχουσῶν, Κύμην, Πιτάναν, Πριήνην.
她从用长矛夺得的土地中,挑选了适合建城的地方,建造了数座城市,其中一座建为与自己同名的城市,其余的则以担任最高指挥权的妇女命名,即库美、皮塔内、普里埃内。
§3.55.7ταύτας μὲν οὖν οἰκίσαι παρὰ θάλατταν, ἄλλας δὲ πλείους ἐν τοῖς πρὸς μεσόγειον ἀνήκουσι τόποις.
她将这些城市安置在海边,而将其他更多的城市安置在向内陆延伸的地区。
κατασχεῖν δʼ αὐτὴν καὶ τῶν νήσων τινάς, καὶ μάλιστα τὴν Λέσβον, ἐν ᾗ κτίσαι πόλιν Μυτιλήνην ὁμώνυμον τῇ μετεχούσῃ τῆς στρατείας ἀδελφῇ.
她还占领了其中一些岛屿,尤其是莱斯博斯岛,在岛上建立了一座与参与远征的姐妹米蒂利尼同名的城市米蒂利尼。
§3.55.8ἔπειτα καὶ τῶν ἄλλων νήσων τινὰς καταστρεφομένην χειμασθῆναι, καὶ ποιησαμένην τῇ μητρὶ τῶν θεῶν εὐχὰς ὑπὲρ τῆς σωτηρίας προσενεχθῆναι νήσῳ τινὶ τῶν ἐρήμων· ταύτην δὲ κατά τινα ἐν τοῖς ὀνείροις φαντασίαν καθιερῶσαι τῇ προειρημένῃ θεῷ καὶ βωμοὺς ἱδρύσασθαι καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαι· ὀνομάσαι δʼ αὐτὴν Σαμοθρᾴκην, ὅπερ εἶναι μεθερμηνευόμενον εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἱερὰν νῆσον· ἔνιοι δὲ τῶν ἱστορικῶν λέγουσι τὸ πρὸ τοῦ Σάμον αὐτὴν καλουμένην ὑπὸ τῶν κατοικούντων ἐν αὐτῇ ποτε Θρᾳκῶν Σαμοθρᾴκην ὀνομασθῆναι.
此后,当她正在征服其他一些岛屿时,遭遇了风暴,为了得救她向众神之母许愿,随后被带到了一座荒无人烟的岛上;根据梦中的某种启示,她将这座岛奉献给上述女神,建立了祭坛,并举行了宏伟的祭祀;她将其命名为萨莫色雷斯,若将其翻译成希腊语,其意为“神圣之岛”;但一些历史学家说,这座岛在此之前被称为萨摩斯,后来被曾经居住在岛上的色雷斯人命名为萨莫色雷斯。
§3.55.9οὐ μὴν ἀλλὰ τῶν Ἀμαζόνων ἐπανελθουσῶν εἰς τὴν ἤπειρον μυθολογοῦσι τὴν μητέρα τῶν θεῶν εὐαρεστηθεῖσαν τῇ νήσῳ ἄλλους τέ τινας ἐν αὐτῇ κατοικίσαι καὶ τοὺς ἑαυτῆς υἱοὺς τοὺς ὀνομαζομένους Κορύβαντας· ἐξ οὗ δʼ εἰσὶ πατρὸς ἐν ἀπορρήτῳ κατὰ τὴν τελετὴν παραδίδοσθαι· καταδεῖξαι δὲ καὶ τὰ νῦν ἐν αὐτῇ συντελούμενα μυστήρια καὶ τὸ τέμενος ἄσυλον νομοθετῆσαι.
不仅如此,在亚马逊人回到大陆之后,神话说众神之母对这座岛十分满意,在岛上安置了其他一些居民,以及她被称为考里班特的亲生儿子们;而他们出自哪位父亲,是在入会仪式的秘密中传授的;她还制定了现在该岛举行的秘仪,并立法规定该圣域为不可侵犯的避难所。
§3.55.10περὶ δὲ τούτους τοὺς χρόνους Μόψον τὸν Θρᾷκα, φυγάδα γενόμενον ὑπὸ Λυκούργου τοῦ βασιλέως τῶν Θρᾳκῶν, ἐμβαλεῖν εἰς τὴν χώραν τῶν Ἀμαζόνων μετὰ στρατιᾶς τῆς συνεκπεσούσης αὐτῷ· συστρατεῦσαι δὲ καὶ Σίπυλον τῷ Μόψῳ τὸν Σκύθην, πεφυγαδευμένον ὁμοίως ἐκ τῆς ὁμόρου τῇ Θρᾴκῃ Σκυθίας.
大约在这些时期,色雷斯人莫普索斯,因受到色雷斯国王莱库古的驱逐而成为流亡者,率领着与他一同流亡的军队侵入了亚马逊人的领土;斯基泰人西皮罗斯也与莫普索斯一同出征,他同样是从与色雷斯相邻的斯基泰流亡出来的。
§3.55.11γενομένης δὲ παρατάξεως, καὶ τῶν περὶ τὸν Σίπυλον καὶ Μόψον προτερησάντων, τήν τε βασίλισσαν τῶν Ἀμαζόνων Μύριναν ἀναιρεθῆναι καὶ τῶν ἄλλων τὰς πλείους.
在发生决战时,西皮罗斯和莫普索斯麾下的军队占了上风,亚马逊的女王妙丽娜和其余的大部分人被杀。
τοῦ δὲ χρόνου προβαίνοντος, καὶ κατὰ τὰς μάχας ἀεὶ τῶν Θρᾳκῶν ἐπικρατούντων, τὸ τελευταῖον τὰς περιλειφθείσας τῶν Ἀμαζόνων ἀνακάμψαι πάλιν εἰς Λιβύην.
随着时间的推移,色雷斯人在战斗中总是获胜,最后残存的亚马逊人再次退回到了利比亚。
καὶ τὴν μὲν στρατείαν τῶν ἀπὸ Λιβύης Ἀμαζόνων μυθολογοῦσι τοιοῦτο λαβεῖν τὸ πέρας.
神话说,来自利比亚的亚马逊人的远征就这样结束了。

词汇与语法注释

  1. 3.55.1τῶν δοκουσῶν κεκρατηκέναι — 属格分词 `δοκουσῶν`(及其补足语不定式 `κεκρατηκέναι`)指的是那些“自以为征服了”被俘者的妇女(即亚马逊人)。紧随其后的 `πολλάς`(许多人)是代指亚马逊人的宾格,作为不定式 `ἀνελεῖν`(杀害)的直接宾语。
  2. 3.55.3δεινὸν ἡγούμενος, εἰ ... περιόψεται — 伴随非人称形容词 `δεινόν`(不可容忍的、可怕的)的主句,通过 `εἰ` +将来直陈式(`περιόψεται`)的条件节作为名词从句,表示“被判定为不可容忍的内容”(如果……的话、居然……)。这解释了赫拉克勒斯主观判断的依据。
  3. 3.55.6ἀπὸ τῶν τὰς ἡγεμονίας τὰς μεγίστας ἐχουσῶν — 在介词 `ἀπό` 之后,属格定冠词 `τῶν` 后面省略了女性名词(例如 `γυναικῶν`),意为“源自那些拥有最高指挥权的妇女”。紧接着的人名 `Κύμην, Πιτάναν, Πριήνην` 作为其具体例证置于同格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.55.1-3.55.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.55.1-3.55.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。