§3.54.1ἐκ δὲ ταύτης ὁρμωμένας ἐγχειρῆσαι μεγάλαις ἐπιβολαῖς, ὁρμῆς αὐταῖς ἐμπεσούσης ἐπελθεῖν πολλὰ μέρη τῆς οἰκουμένης.
据说,她们以此城为基地,着手进行了伟大的宏图,因为她们心中燃起了侵袭人烟所至之世界许多地方的渴望。
ἐπὶ πρώτους δʼ αὐτὰς στρατεῦσαι λέγεται τοὺς Ἀτλαντίους, ἄνδρας ἡμερωτάτους τῶν ἐν τοῖς τόποις ἐκείνοις καὶ χώραν νεμομένους εὐδαίμονα καὶ πόλεις μεγάλας· παρʼ οἷς δὴ μυθολογεῖσθαί φασι τὴν τῶν θεῶν γένεσιν ὑπάρξαι πρὸς τοῖς κατὰ τὸν ὠκεανὸν τόποις, συμφώνως τοῖς παρʼ Ἕλλησι μυθολόγοις, περὶ ὧν τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν.
据说,她们首先征讨的是阿特兰蒂斯人,这些人是当地最文明的人,占有着富庶的土地并拥有庞大的城市;正是在他们中间,人们说有神话相传,神明的诞生就发生在靠近大洋的地区,这与希腊神话作家的说法是一致的,关于这些事情,我们稍后将逐一详述。
§3.54.2τῶν οὖν Ἀμαζόνων λέγεται βασιλεύουσαν Μύριναν συστήσασθαι στρατόπεδον πεζῶν μὲν τρισμυρίων, ἱππέων δὲ τρισχιλίων, ζηλουμένης παρʼ αὐταῖς περιττότερον ἐν τοῖς πολέμοις τῆς ἀπὸ τῶν ἱππέων χρείας.
因此,据说统治着亚马逊人的女王妙丽娜集结了一支由三万步兵和三千骑兵组成的军队,因为在她们中间,战争中骑兵的作用受到了格外的重视。
§3.54.3ὅπλοις δὲ χρῆσθαι σκεπαστηρίοις ὄφεων μεγάλων δοραῖς, ἐχούσης τῆς Λιβύης ταῦτα τὰ ζῷα τοῖς μεγέθεσιν ἄπιστα, ἀμυντηρίοις δὲ ξίφεσι καὶ λόγχαις, ἔτι δὲ τόξοις, οἷς μὴ μόνον ἐξ ἐναντίας βάλλειν, ἀλλὰ καὶ κατὰ τὰς φυγὰς τοὺς ἐπιδιώκοντας εἰς τοὐπίσω τοξεύειν εὐστόχως.
她们使用巨大蟒蛇的皮作为防御性的防具,因为利比亚拥有体型大得令人难以置信的这种动物;至于攻击性的武器,则使用剑和矛,还有弓箭,她们不仅能从正面射击,而且在撤退时,还能向后精准地射击追击者。
§3.54.4ἐμβαλούσας δʼ αὐτὰς εἰς τὴν τῶν Ἀτλαντίων χώραν τοὺς μὲν τὴν Κέρνην καλουμένην οἰκοῦντας παρατάξει νικῆσαι, καὶ συνεισπεσούσας τοῖς φεύγουσιν ἐντὸς τῶν τειχῶν κυριεῦσαι τῆς πόλεως· βουλομένας δὲ τῷ φόβῳ καταπλήξασθαι τοὺς περιοίκους ὠμῶς προσενεχθῆναι τοῖς ἁλοῦσι, καὶ τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀποσφάξαι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδισαμένας κατασκάψαι τὴν πόλιν.
她们侵入阿特兰蒂斯人的领土后,在决战中击败了居住在被称为“刻涅”城的人,并与溃逃者一同冲入城墙内部,占领了这座城市;为了用恐惧震慑周边居民,她们残暴地对待被俘者,将成年男子斩尽杀绝,把妇女儿童卖为奴隶,并将城市夷为平地。
§3.54.5τῆς δὲ περὶ τοὺς Κερναίους συμφορᾶς διαδοθείσης εἰς τοὺς ὁμοεθνεῖς, λέγεται τοὺς μὲν Ἀτλαντίους καταπλαγέντας δι’ ὁμολογίας παραδοῦναι τὰς πόλεις καὶ πᾶν τὸ προσταχθὲν ποιήσειν ἐπαγγείλασθαι, τὴν δὲ βασίλισσαν Μύριναν ἐπιεικῶς αὐτοῖς προσενεχθεῖσαν φιλίαν τε συνθέσθαι καὶ πόλιν ἀντὶ τῆς κατασκαφείσης ὁμώνυμον ἑαυτῆς κτίσαι· κατοικίσαι δʼ εἰς αὐτὴν τούς τε αἰχμαλώτους καὶ τῶν ἐγχωρίων τὸν βουλόμενον.
当关于刻涅人的灾难传到同族人中时,据说阿特兰蒂斯人极其恐慌,通过协定交出了城市,并承诺将履行一切命令;而女王妙丽娜宽大对待他们,与他们缔结了友好关系,并建造了一座与自己同名的城市来代替那座被夷平的城市;她将俘虏和自愿前往的当地居民安置在此城中。
§3.54.6μετὰ δὲ ταῦτα τῶν Ἀτλαντίων δῶρά τε μεγαλοπρεπῆ δόντων αὐτῇ καὶ τιμὰς ἀξιολόγους κοινῇ ψηφισαμένων, ἀποδέξασθαί τε τὴν φιλανθρωπίαν αὐτῶν καὶ προσεπαγγείλασθαι τὸ ἔθνος εὐεργετήσειν.
此后,阿特兰蒂斯人向她献上了宏伟的礼物,并共同通过决议授予她显著的荣誉,据说她接受了他们的好意,并进一步承诺将造福该族群。
§3.54.7τῶν δʼ ἐγχωρίων πεπολεμημένων πολλάκις ὑπὸ τῶν ὀνομαζομένων Γοργόνων, οὐσῶν πλησιοχώρων, καὶ τὸ σύνολον ἔφεδρον ἐχόντων τοῦτο τὸ ἔθνος, φασὶν ἀξιωθεῖσαν τὴν Μύριναν ὑπὸ τῶν Ἀτλαντίων ἐμβαλεῖν εἰς τὴν χώραν τῶν προειρημένων.
由于当地居民多次受到被称为“戈耳工”的邻近族群的战争侵扰,且总是有这个族群作为潜伏的威胁,据说妙丽娜应阿特兰蒂斯人的请求,侵入了上述族群的领土。
ἀντιταξαμένων δὲ τῶν Γοργόνων γενέσθαι καρτερὰν μάχην, καὶ τὰς Ἀμαζόνας ἐπὶ τοῦ προτερήματος γενομένας ἀνελεῖν μὲν τῶν ἀντιταχθεισῶν παμπληθεῖς, ζωγρῆσαι δʼ οὐκ ἐλάττους τρισχιλίων· τῶν δʼ ἄλλων εἴς τινα δρυμώδη τόπον συμφυγουσῶν ἐπιβαλέσθαι μὲν τὴν Μύριναν ἐμπρῆσαι τὴν ὕλην, σπεύδουσαν ἄρδην ἀνελεῖν τὸ ἔθνος, οὐ δυνηθεῖσαν δὲ κρατῆσαι τῆς ἐπιβολῆς ἐπανελθεῖν ἐπὶ τοὺς ὅρους τῆς χώρας.
在戈耳工人迎战时,发生了一场激烈的战斗,占了上风的亚马逊人杀死了极多迎战之敌,并生擒了不下三千人;而其余的人一同逃入了一处树木茂密的地方,妙丽娜急于彻底消灭这一族群,便企图放火烧林,但她未能实现这一企图,于是退回到了该国的国境。