Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.56.1-3.56.5

亚特兰蒂斯国王乌拉诺斯与神化起源

第 217 段,共 406 段 · 希腊语

内容简介

作者开始叙述亚特兰蒂斯人关于神明诞生的神话,描述了他们的第一位国王乌拉诺斯如何奠定文明基础并引入历法,从而在死后被奉为神明。

§3.56.1ἡμεῖς δʼ ἐπειδὴ περὶ τῶν Ἀτλαντίων ἐμνήσθημεν, οὐκ ἀνοίκειον ἡγούμεθα διελθεῖν τὰ μυθολογούμενα παρʼ αὐτοῖς περὶ τῆς τῶν θεῶν γενέσεως, διὰ τὸ μὴ πολὺ διαλλάττειν αὐτὰ τῶν μυθολογουμένων παρʼ Ἕλλησιν.
由于我们已经提到了亚特兰蒂斯人,我们认为叙述他们之中关于神明诞生的神话并非不合时宜,因为这些神话与希腊人之中所传说的并没有太大差别。
§3.56.2οἱ τοίνυν Ἀτλάντιοι τοὺς παρὰ τὸν ὠκεανὸν τόπους κατοικοῦντες καὶ χώραν εὐδαίμονα νεμόμενοι πολλῷ μὲν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ τῇ πρὸς τοὺς ξένους δοκοῦσι διαφέρειν τῶν πλησιοχώρων, τὴν δὲ γένεσιν τῶν θεῶν παρʼ αὑτοῖς γενέσθαι φασί.
且说,居住在大洋沿岸地区并占有富庶土地的亚特兰蒂斯人,在虔敬和对异乡人的友善方面,被认为远远超过他们的邻人,而且他们声称神明的诞生就发生在他们那里。
συμφωνεῖν δὲ τοῖς λεγομένοις ὑπʼ αὐτῶν καὶ τὸν ἐπιφανέστατον τῶν παρʼ Ἕλλησι ποιητῶν ἐν οἷς παρεισάγει τὴν Ἥραν λέγουσαν εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.
他们还说,希腊人中最著名的诗人也在引入赫拉说话的段落中,与他们所说的一致: “因为我要去观看那育养万物的土地的尽头,以及众神之源俄刻阿诺斯和母亲特提斯。
§3.56.3μυθολογοῦσι δὲ πρῶτον παρʼ αὑτοῖς Οὐρανὸν βασιλεῦσαι καὶ τοὺς ἀνθρώπους σποράδην οἰκοῦντας συναγαγεῖν εἰς πόλεως περίβολον, καὶ τῆς μὲν ἀνομίας καὶ τοῦ θηριώδους βίου παῦσαι τοὺς ὑπακούοντας, εὑρόντα τὰς τῶν ἡμέρων καρπῶν χρείας καὶ παραθέσεις καὶ τῶν ἄλλων τῶν χρησίμων οὐκ ὀλίγα· κατακτήσασθαι δʼ αὐτὸν καὶ τῆς οἰκουμένης τὴν πλείστην, καὶ μάλιστα τοὺς πρὸς τὴν ἑσπέραν καὶ τὴν ἄρκτον τόπους.
” 据他们的神话,乌拉诺斯是第一个在他们之中统治的国王,他将散居的人们聚集到城市的城墙之内,并使服从他的人摆脱了无法无天和野兽般的生活,因为他发现了栽培作物的利用与储存方法,以及不少其他有用的事物;他们还说,他征服了大部分人烟可及的世界,尤其是向西和向北的地区。
§3.56.4τῶν δὲ ἄστρων γενόμενον ἐπιμελῆ παρατηρητὴν πολλὰ προλέγειν τῶν κατὰ τὸν κόσμον μελλόντων γίνεσθαι· εἰσηγήσασθαι δὲ τοῖς ὄχλοις τὸν μὲν ἐνιαυτὸν ἐνιαυτὸν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως, τοὺς δὲ μῆνας ἀπὸ τῆς σελήνης, καὶ τὰς κατʼ ἔτος ἕκαστον ὥρας διδάξαι.
他又成为星辰的勤奋观测者,预言了宇宙中将要发生的许多事情;他向大众引入了根据太阳运行而确定的“年”,和根据月亮而确定的“月”,并教授了每年的季节。
§3.56.5διὸ καὶ τοὺς πολλούς, ἀγνοοῦντας μὲν τὴν τῶν ἄστρων αἰώνιον τάξιν, θαυμάζοντας δὲ τὰ γινόμενα κατὰ τὰς προρρήσεις, ὑπολαβεῖν τὸν τούτων εἰσηγητὴν θείας μετέχειν φύσεως, μετὰ δὲ τὴν ἐξ ἀνθρώπων αὐτοῦ μετάστασιν διά τε τὰς εὐεργεσίας καὶ τὴν τῶν ἄστρων ἐπίγνωσιν ἀθανάτους τιμὰς ἀπονεῖμαι· μεταγαγεῖν δʼ αὐτοῦ τὴν προσηγορίαν ἐπὶ τὸν κόσμον, ἅμα μὲν τῷ δοκεῖν οἰκείως ἐσχηκέναι πρὸς τὰς τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσεις καὶ τἄλλα τὰ γινόμενα περὶ τὸν κόσμον, ἅμα δὲ τῷ μεγέθει τῶν τιμῶν ὑπερβάλλειν τὰς εὐεργεσίας, καὶ πρὸς τὸν αἰῶνα βασιλέα τῶν ὅλων αὐτὸν ἀναγορεύσαντας.
因此,不知道星辰之永恒秩序而对他预言所发生之事感到惊叹的大众,认为这些事物的引入者分享了神圣的天性,而在他离开人世之后,由于他的恩惠和对星辰的认知,他们向他赋予了不朽的荣誉;他们把他的名字转移到了宇宙之上,一方面是因为他似乎与星辰的升落以及宇宙中发生的其他事情有着亲密的关系,另一方面是因为他们希望用荣誉的伟大来超越他的恩惠,并宣布他为永恒的万物之王。

词汇与语法注释

  1. 3.56.1διαλλάττειν — 意为“与……不同”的动词,支配表示比较的属格(τῶν μυθολογουμένων)。该不定式在语义上的主语是中性复数宾格的 αὐτά,指代前文的 τὰ μυθολογούμενα。
  2. 3.56.2συμφωνεῖν — 间接引语中的宾格与不定式结构,主语为 τὸν ἐπιφανέστατον τῶν παρʼ Ἕλλησι ποιητῶν(指荷马)。该不定式依赖于从前句延续下来的主要动词 φασί。
  3. 3.56.3εὑρόντα — 阳性单数宾格分词,与宾格与不定式句中的主语 Οὐρανόν(乌拉诺斯)一致。在此处它表示乌拉诺斯使人们摆脱无法无天生活的“手段”或“原因”(通过发现……)。
  4. 3.56.5ἅμα μὲν τῷ δοκεῖν ... ἅμα δὲ τῷ ... ὑπερβάλλειν — 使用介词 ἅμα 和带冠词的与格不定式构成的并列原因句式(“一方面是因为……,另一方面是因为……”)。前者的 δοκεῖν 以乌拉诺斯(αὐτόν)为其语义主语,后者的 ὑπερβάλλειν 则描述了大众希望超越其恩惠的意图。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.56.1-3.56.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.56.1-3.56.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。