Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.55.1-3.55.11

女王ミュリナの東方遠征と都市建設およびその死

216 / 406 箇所 · ギリシア語

要旨

アマゾンたちを襲った捕虜の反乱と女王ミュリナによる地中海東部への遠征および都市の建設、そしてトラキア人モプソスらとの戦いによる彼女の最期が語られる。

§3.55.1τῶν δʼ Ἀμαζόνων νυκτὸς τὰ περὶ τὰς φυλακὰς ῥᾳθυμουσῶν διὰ τὴν εὐημερίαν, ἐπιθεμένας τὰς αἰχμαλωτίδας, σπασαμένας τὰ ξίφη τῶν δοκουσῶν κεκρατηκέναι πολλὰς ἀνελεῖν·
アマゾンたちが勝利に気を良くして夜間に警備を怠っていたため、捕虜の女性たちが襲いかかり、自分たちを征服したと思っているアマゾンたちの剣を奪ってその多くを殺害した。
τέλος δὲ τοῦ πλήθους αὐτὰς πανταχόθεν περιχυθέντος εὐγενῶς μαχομένας ἁπάσας κατακοπῆναι.
しかし、最後には、大群が彼女たちを四方から取り囲んだため、彼女たちは勇敢に戦ったものの、全員が切り殺されたという。
§3.55.2τὴν δὲ Μύριναν θάψασαν τὰς ἀναιρεθείσας τῶν συστρατευουσῶν ἐν τρισὶ πυραῖς χωμάτων μεγάλων ἐπιστῆσαι τάφους τρεῖς, οὓς μέχρι τοῦ νῦν Ἀμαζόνων σωροὺς ὀνομάζεσθαι.
他方、ミュリナは、共に従軍して討ち取られた女性たちを3つの火葬の薪の上で火葬し、巨大な土塁による3つの墳墓を築いた。 これらは今日に至るまで「アマゾンの塚」と呼ばれている。
§3.55.3τὰς δὲ Γοργόνας ἐν τοῖς ὕστερον χρόνοις αὐξηθείσας πάλιν ὑπὸ Περσέως τοῦ Διὸς καταπολεμηθῆναι, καθʼ ὃν καιρὸν ἐβασίλευεν αὐτῶν Μέδουσα·
また、ゴルゴンたちは後世に再び勢力を増したものの、ゼウスの子ペルセウスによって征服されたが、それはメドゥーサが彼女たちの女王であった時期のことであった。
τὸ δὲ τελευταῖον ὑφʼ Ἡρακλέους ἄρδην ἀναιρεθῆναι ταύτας τε καὶ τὸ τῶν Ἀμαζόνων ἔθνος, καθʼ ὃν καιρὸν τοὺς πρὸς ἑσπέραν τόπους ἐπελθὼν ἔθετο τὰς ἐπὶ τῆς Λιβύης στήλας, δεινὸν ἡγούμενος, εἰ προελόμενος τὸ γένος κοινῇ τῶν ἀνθρώπων εὐεργετεῖν περιόψεταί τινα τῶν ἐθνῶν γυναικοκρατούμενα.
そして最終的には、彼女たちもアマゾンたちの部族も、ヘラクレスによって根絶やしにされた。 それは、彼が西方の地方を襲撃し、リビアに(ヘラクレスの)柱を建てた時期のことであった。 彼としては、人類全体に広く恩恵を施すことを志したのに、いずれかの部族が女性に支配されているのを大目に見るなら、それは恐るべきことだと考えたからである。
λέγεται δὲ καὶ τὴν Τριτωνίδα λίμνην σεισμῶν γενομένων ἀφανισθῆναι, ῥαγέντων αὐτῆς τῶν πρὸς τὸν ὠκεανὸν μερῶν κεκλιμένων.
また、トリトーニス湖も地震が起こったことで消失したと言われているが、それはオーケアノスの方に傾いていたその湖の一部が決壊したためである。
§3.55.4τὴν δὲ Μύρινάν φασι τῆς τε Λιβύης τὴν πλείστην ἐπελθεῖν, καὶ παραβαλοῦσαν εἰς Αἴγυπτον πρὸς μὲν Ὧρον τὸν Ἴσιδος βασιλεύοντα τότε τῆς Αἰγύπτου φιλίαν συνθέσθαι, πρὸς δʼ Ἄραβας διαπολεμήσασαν καὶ πολλοὺς αὐτῶν ἀνελοῦσαν, τὴν μὲν Συρίαν καταστρέψασθαι, τῶν δὲ Κιλίκων ἀπαντησάντων αὐτῇ μετὰ δώρων καὶ τὸ κελευόμενον ποιήσειν ὁμολογούντων, ἐλευθέρους ἀφεῖναι τοὺς ἑκουσίως προσχωρήσαντας, οὓς ἀπὸ ταύτης τῆς αἰτίας μέχρι τοῦ νῦν Ἐλευθεροκίλικας καλεῖσθαι.
さらに人々は、ミュリナがリビアの大部分を襲撃し、エジプトに赴いて、当時エジプトを支配していたイシスの子ホルスと友好関係を結んだと言っている。 また、彼女はアラビア人たちと徹底的に戦ってその多くを殺害し、シリアを征服した。 そしてキリキア人たちが贈り物を携えて彼女を迎え、命じられることを行うと合意したので、自発的に降伏した者たちを自由のままにしておいた。 彼らはこの理由から、今日に至るまで「自由キリキア人」と呼ばれている。
§3.55.5καταπολεμῆσαι δʼ αὐτὴν καὶ τὰ περὶ τὸν Ταῦρον ἔθνη, διάφορα ταῖς ἀλκαῖς ὄντα, καὶ διὰ Φρυγίας τῆς μεγάλης ἐπὶ θάλατταν καταβῆναι·
また、彼女は武勇において傑出していたタウロス山脈周辺の諸部族をも征服し、大フリュギアを通って海へと下った。
ἑξῆς δὲ τὴν παραθαλάττιον χώραν προσαγαγομένην ὅρους θέσθαι τῆς στρατείας τὸν Κάικον ποταμόν.
次いで、沿岸の地域を服属させると、カイコス川を遠征の境界とした。
§3.55.6τῆς δὲ δορικτήτου χώρας ἐκλεξαμένην τοὺς εὐθέτους τόπους εἰς πόλεων κτίσεις οἰκοδομῆσαι πλείους πόλεις, καὶ τούτων ὁμώνυμον μίαν ἑαυτῇ κτίσαι, τὰς δʼ ἄλλας ἀπὸ τῶν τὰς ἡγεμονίας τὰς μεγίστας ἐχουσῶν, Κύμην, Πιτάναν, Πριήνην.
そして、武力で獲得した土地の中から、都市創建に適した場所を選び出して多くの都市を建設した。 これら(の都市)のうち、一つを自分と同名(ミュリナ)で創建し、他の都市は、最も重要な指揮権を保持していた女性たちから名付けた、すなわちキュメ、ピタネ、プリエネである。
§3.55.7ταύτας μὲν οὖν οἰκίσαι παρὰ θάλατταν, ἄλλας δὲ πλείους ἐν τοῖς πρὸς μεσόγειον ἀνήκουσι τόποις.
これらの都市を海沿いに創建する一方、さらに多くの都市を内陸へと続く地域に創建した。
κατασχεῖν δʼ αὐτὴν καὶ τῶν νήσων τινάς, καὶ μάλιστα τὴν Λέσβον, ἐν ᾗ κτίσαι πόλιν Μυτιλήνην ὁμώνυμον τῇ μετεχούσῃ τῆς στρατείας ἀδελφῇ.
また、彼女は島々のうちいくつかをも奪取し、とりわけレスボス島を占領した。 そこで彼女は、遠征に参加していた姉妹のミュティレネと同名の都市ミュティレネを創建した。
§3.55.8ἔπειτα καὶ τῶν ἄλλων νήσων τινὰς καταστρεφομένην χειμασθῆναι, καὶ ποιησαμένην τῇ μητρὶ τῶν θεῶν εὐχὰς ὑπὲρ τῆς σωτηρίας προσενεχθῆναι νήσῳ τινὶ τῶν ἐρήμων·
そののち、他の島々の幾つかも征服していたときに激しい嵐に遭い、救済を求めて神々の母に誓願を立てて、ある無人島に漂着した。
ταύτην δὲ κατά τινα ἐν τοῖς ὀνείροις φαντασίαν καθιερῶσαι τῇ προειρημένῃ θεῷ καὶ βωμοὺς ἱδρύσασθαι καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαι·
夢の中の啓示に従って、彼女はこの島を前述の女神に奉献し、祭壇を築き、豪華な犠牲式を執り行った。
ὀνομάσαι δʼ αὐτὴν Σαμοθρᾴκην, ὅπερ εἶναι μεθερμηνευόμενον εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἱερὰν νῆσον·
そして彼女はその島をサモトラケと名付けたが、これはギリシア語に翻訳すると「聖なる島」という意味である。
ἔνιοι δὲ τῶν ἱστορικῶν λέγουσι τὸ πρὸ τοῦ Σάμον αὐτὴν καλουμένην ὑπὸ τῶν κατοικούντων ἐν αὐτῇ ποτε Θρᾳκῶν Σαμοθρᾴκην ὀνομασθῆναι.
しかし、歴史家の一部は、以前はサモスと呼ばれていたこの島が、かつてそこに住んでいたトラキア人たちによってサモトラケと名付けられたのだと言っている。
§3.55.9οὐ μὴν ἀλλὰ τῶν Ἀμαζόνων ἐπανελθουσῶν εἰς τὴν ἤπειρον μυθολογοῦσι τὴν μητέρα τῶν θεῶν εὐαρεστηθεῖσαν τῇ νήσῳ ἄλλους τέ τινας ἐν αὐτῇ κατοικίσαι καὶ τοὺς ἑαυτῆς υἱοὺς τοὺς ὀνομαζομένους Κορύβαντας·
それどころか、アマゾンたちが大陸に帰還したのち、神々の母はこの島を気に入って、他の何人かの人々をそこに住まわせ、また、コリュバスたちと呼ばれる彼女自身の息子たちも住まわせたと神話で語られている。
ἐξ οὗ δʼ εἰσὶ πατρὸς ἐν ἀπορρήτῳ κατὰ τὴν τελετὴν παραδίδοσθαι·
彼らがどのような父親から生まれたのかは、入信式において秘儀として伝授される。
καταδεῖξαι δὲ καὶ τὰ νῦν ἐν αὐτῇ συντελούμενα μυστήρια καὶ τὸ τέμενος ἄσυλον νομοθετῆσαι.
また、今日でもそこで行われている神秘儀を制定し、その聖域を不可侵とする法律を定めたという。
§3.55.10περὶ δὲ τούτους τοὺς χρόνους Μόψον τὸν Θρᾷκα, φυγάδα γενόμενον ὑπὸ Λυκούργου τοῦ βασιλέως τῶν Θρᾳκῶν, ἐμβαλεῖν εἰς τὴν χώραν τῶν Ἀμαζόνων μετὰ στρατιᾶς τῆς συνεκπεσούσης αὐτῷ·
この時期、トラキア人の王リュクルゴスによって追放されていたトラキア人モプソスが、彼とともに亡命した軍勢を率いて、アマゾンたちの領土に侵入した。
συστρατεῦσαι δὲ καὶ Σίπυλον τῷ Μόψῳ τὸν Σκύθην, πεφυγαδευμένον ὁμοίως ἐκ τῆς ὁμόρου τῇ Θρᾴκῃ Σκυθίας.
また、トラキアに隣接するスキティアから同様に追放されていたスキティア人シピュロスも、モプソスとともに従軍した。
§3.55.11γενομένης δὲ παρατάξεως, καὶ τῶν περὶ τὸν Σίπυλον καὶ Μόψον προτερησάντων, τήν τε βασίλισσαν τῶν Ἀμαζόνων Μύριναν ἀναιρεθῆναι καὶ τῶν ἄλλων τὰς πλείους.
決戦が起こり、シピュロスとモプソスの率いる軍勢が優勢に立つと、アマゾンの女王ミュリナと、他の者の大部分が討ち死にした。
τοῦ δὲ χρόνου προβαίνοντος, καὶ κατὰ τὰς μάχας ἀεὶ τῶν Θρᾳκῶν ἐπικρατούντων, τὸ τελευταῖον τὰς περιλειφθείσας τῶν Ἀμαζόνων ἀνακάμψαι πάλιν εἰς Λιβύην.
時が経過し、戦いにおいて常にトラキア人たちが勝利を収めたので、最終的に、生き残ったアマゾンたちは再びリビアへと退却した。
καὶ τὴν μὲν στρατείαν τῶν ἀπὸ Λιβύης Ἀμαζόνων μυθολογοῦσι τοιοῦτο λαβεῖν τὸ πέρας.
そして、リビアから来たアマゾンたちの遠征は、このような結末を迎えたと神話で語られている。

語釈・文法注

  1. 3.55.1τῶν δοκουσῶν κεκρατηκέναι — 属格分詞 `δοκουσῶν`(およびその補語である不定詞 `κεκρατηκέναι`)は、捕虜たち(`τὰς αἰχμαλωτίδας`)を支配している・征服している「と思っている女性たち」(=アマゾンたち)を指す。直後の `πολλάς`(多く)はアマゾンたちを指す対格で、不定詞 `ἀνελεῖν`(殺害した)の直接目的語である。
  2. 3.55.3δεινὸν ἡγούμενος, εἰ ... περιόψεται — 非人称形容詞 `δεινόν`(恐るべき、許しがたい)を伴う主節に対し、`εἰ` +未来直説法(`περιόψεται`)の条件節がその「許しがたいと判断された内容」を表す名詞節(〜するならば、〜するとは)として機能している。ヘラクレスの主観的・感情的な判断の根拠を示している。
  3. 3.55.6ἀπὸ τῶν τὰς ἡγεμονίας τὰς μεγίστας ἐχουσῶν — 前置詞 `ἀπό` の後に続く属格の定冠詞 `τῶν` の後には女性名詞(例:`γυναικῶν`)が省略されており、「最も重要な指揮権を保持していた女性たち(の指揮官)」を意味する。直後の人名群 `Κύμην, Πιτάναν, Πριήνην` がその具体例として同格で置かれている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.55.1-3.55.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.55.1-3.55.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。