§3.5.1τῶν δὲ παρʼ Αἰθίοψι νομίμων οὐκ ὀλίγα δοκεῖ πολὺ τῶν παρὰ τοῖς ἄλλοις διαφέρειν, καὶ μάλιστα τὰ περὶ τὴν αἵρεσιν τῶν βασιλέων.
在埃塞俄比亚人的习俗中,有不少似乎与其他民族的习俗大不相同,尤其是关于国王选举的习俗。
οἱ μὲν γὰρ ἱερεῖς ἐξ αὑτῶν τοὺς ἀρίστους προκρίνουσιν, ἐκ δὲ τῶν καταλεχθέντων, ὃν ἂν ὁ θεὸς κωμάζων κατά τινα συνήθειαν περιφερόμενος λάβῃ, τοῦτον τὸ πλῆθος αἱρεῖται βασιλέα·
因为祭司们首先从他们自己中间选出最优秀的人,而在这些被列入名单的人中,当神明按照某种习俗被抬着巡游时,神明所抓住的那个人,民众就选举他为国王。
εὐθὺς δὲ καὶ προσκυνεῖ καὶ τιμᾷ καθάπερ θεόν, ὡς ὑπὸ τῆς τοῦ δαιμονίου προνοίας ἐγκεχειρισμένης αὐτῷ τῆς ἀρχῆς.
并且他们立即向他下跪并像敬神一样尊敬他,认为王权已通过神明的旨意委托给了他。
§3.5.2ὁ δʼ αἱρεθεὶς διαίτῃ τε χρῆται τῇ τεταγμένῃ κατὰ τοὺς νόμους καὶ τἄλλα πράττει κατὰ τὸ πάτριον ἔθος, οὔτʼ εὐεργεσίαν οὔτε τιμωρίαν ἀπονέμων οὐδενὶ παρὰ τὸ δεδογμένον ἐξ ἀρχῆς παρʼ αὐτοῖς νόμιμον.
而被选出的人则过着法律所规定的生活,并按照祖传的习俗处理其他事务,不违反他们自古以来确立的惯俗而向任何人施予恩惠或惩罚。
ἔθος δʼ αὐτοῖς ἐστι μηδένα τῶν ὑποτεταγμένων θανάτῳ περιβάλλειν, μηδʼ ἂν καταδικασθεὶς ἐπὶ θανάτῳ τις φανῇ τιμωρίας ἄξιος, ἀλλὰ πέμπειν τῶν ὑπηρετῶν τινα σημεῖον ἔχοντα θανάτου πρὸς τὸν παρανενομηκότα·
他们还有一个习俗,就是不对任何臣民处以死刑,即使有人被判处死刑并显得应当受罚,他们也不会处死他,而是派一名带着死亡标志的仆役到该违法者那里。
οὗτος δʼ ἰδὼν τὸ σύσσημον, καὶ παραχρῆμα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθών, ἑαυτὸν ἐκ τοῦ ζῆν μεθίστησι.
此人一见此信号,便立即回到自己家中,结束了自己的生命。
φεύγειν δʼ ἐκ τῆς ἰδίας χώρας εἰς τὴν ὅμορον καὶ τῇ μεταστάσει τῆς πατρίδος λύειν τὴν τιμωρίαν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, οὐδαμῶς συγκεχώρηται.
然而,像在希腊人中那样,从自己的国家逃往邻国,并通过迁移祖国来免除惩罚,这是绝对不被允许的。
§3.5.3διὸ καί φασί τινα, τοῦ θανατηφόρου σημείου πρὸς αὐτὸν ἀποσταλέντος ὑπὸ τοῦ βασιλέως, ἐπιβαλέσθαι μὲν ἐκ τῆς Αἰθιοπίας φεύγειν, αἰσθομένης δὲ τῆς μητρὸς καὶ τῇ ζώνῃ τὸν τράχηλον αὐτοῦ σφιγγούσης, ταύτῃ μηδὲ καθʼ ἕνα τρόπον τολμῆσαι προσενεγκεῖν τὰς χεῖρας, αὐτὸν δʼ ἀγχόμενον καρτερῆσαι μέχρι τῆς τελευτῆς, ἵνα μὴ τοῖς
因此,据说有一次,当国王将带有死亡标志的信物送给某人时,他企图逃离埃塞俄比亚,但他的母亲察觉到了这一点,用腰带勒紧他的脖子,而他绝不敢以任何方式对母亲动手,只得忍受被勒死直到去世,以免给那些……