§3.4.1περὶ δὲ τῶν Αἰθιοπικῶν γραμμάτων τῶν παρʼ Αἰγυπτίοις καλουμένων ἱερογλυφικῶν ῥητέον, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀρχαιολογουμένων.
现在,我们必须谈谈在埃及人中被称为神圣文字的埃塞俄比亚文字,以便我们不会遗漏古老事迹中的任何内容。
συμβέβηκε τοίνυν τοὺς μὲν τύπους ὑπάρχειν αὐτῶν ὁμοίους ζῴοις παντοδαποῖς καὶ ἀκρωτηρίοις ἀνθρώπων, ἔτι δʼ ὀργάνοις, καὶ μάλιστα τεκτονικοῖς·
因此,它们的形式类似于各种动物、人类的肢体,此外还有工具,尤其是工匠的工具。
οὐ γὰρ ἐκ τῆς τῶν συλλαβῶν συνθέσεως ἡ γραμματικὴ παρʼ αὐτοῖς τὸν ὑποκείμενον λόγον ἀποδίδωσιν, ἀλλʼ ἐξ ἐμφάσεως τῶν μεταγραφομένων καὶ μεταφορᾶς μνήμῃ συνηθλημένης.
因为在他们那里,文字并非通过音节的合成来表达底层的含义,而是通过所描绘事物的暗示性意义,以及通过记忆所培养的比喻来表达。
§3.4.2γράφουσι γὰρ ἱέρακα καὶ κροκόδειλον, ἔτι δʼ ὄφιν καὶ τῶν ἐκ τοῦ σώματος τῶν ἀνθρώπων ὀφθαλμὸν καὶ χεῖρα καὶ πρόσωπον καὶ ἕτερα τοιαῦτα.
也就是说,他们绘制鹰、鳄鱼、还有蛇,以及人类身体中的眼睛、手、脸以及其他类似的东西。
ὁ μὲν οὖν ἱέραξ αὐτοῖς σημαίνει πάντα τὰ ὀξέως γινόμενα, διὰ τὸ τὸ ζῷον τοῦτο τῶν πτηνῶν σχεδὸν ὑπάρχειν ὀξύτατον.
因此,对他们来说,鹰代表所有迅速发生的事情,因为这种动物在鸟类中几乎是最迅捷的。
μεταφέρεταί τε ὁ λόγος ταῖς οἰκείαις μεταφοραῖς εἰς πάντα τὰ ὀξέα καὶ τὰ τούτοις οἰκεῖα παραπλησίως τοῖς εἰρημένοις.
而这一含义通过适当的比喻,被转用到所有迅速的事物以及与它们相关的事物上,类似于已经说过的情况。
§3.4.3ὁ δὲ κροκόδειλος σημαντικός ἐστι πάσης κακίας, ὁ δὲ ὀφθαλμὸς δίκης τηρητὴς καὶ παντὸς τοῦ σώματος φύλαξ.
而鳄鱼象征着一切邪恶,眼睛则是正义的监视者和整个身体的守护者。
τῶν δʼ ἀκρωτηρίων ἡ μὲν δεξιὰ τοὺς δακτύλους ἐκτεταμένους ἔχουσα σημαίνει βίου πορισμόν, ἡ δʼ εὐώνυμος συνηγμένη τήρησιν καὶ φυλακὴν χρημάτων.
而在肢体中,伸直手指的右手表示获取生计,而握紧的左手则表示财富的保持和守护。
§3.4.4ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τύπων τῶν ἐκ τοῦ σώματος καὶ τῶν ὀργανικῶν καὶ τῶν ἄλλων ἁπάντων·
而这同一原理也适用于来自身体的其他形式、工具以及所有其他事物。
ταῖς γὰρ ἐν ἑκάστοις ἐνούσαις ἐμφάσεσι συνακολουθοῦντες, καὶ μελέτῃ πολυχρονίῳ καὶ μνήμῃ γυμνάζοντες τὰς ψυχάς, ἑκτικῶς ἕκαστα τῶν γεγραμμένων ἀναγινώσκουσι.
因为他们遵循每个事物中所固有的暗示性意义,并通过长期的练习和记忆来锻炼他们的心灵,从而能够极其熟练地阅读每一个写下来的字符。