§3.49.1τούτων δʼ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη διελθεῖν περὶ τῶν Λιβύων τῶν πλησίον Αἰγύπτου κατοικούντων καὶ τῆς ὁμόρου χώρας.
在我们对这些事物进行澄清之后,探讨居住在埃及附近的利比亚人及其邻近地区是十分合宜的。
τὰ γὰρ περὶ Κυρήνην καὶ τὰς Σύρτεις, ἔτι δὲ τὴν μεσόγειον τῆς κατὰ τοὺς τόπους τούτους χέρσου, κατοικεῖ τέτταρα γένη Λιβύων· ὧν οἱ μὲν ὀνομαζόμενοι Νασαμῶνες νέμονται τὰ νεύοντα μέρη πρὸς νότον, οἱ δʼ Αὐσχῖσαι τὰ πρὸς τὴν δύσιν, οἱ δὲ Μαρμαρίδαι κατοικοῦσι τὴν μεταξὺ ταινίαν Αἰγύπτου καὶ Κυρήνης, μετέχοντες καὶ τῆς παραλίου, οἱ δὲ Μάκαι πολυανθρωπίᾳ τῶν ὁμοεθνῶν προέχοντες νέμονται τοὺς τόπους τοὺς περὶ τὴν Σύρτιν.
因为在昔兰尼和锡尔特附近,以及在这些地区的大陆内陆,居住着四个利比亚部落:其中,被称为纳萨莫内斯的人们占领着偏南的地区,奥斯奇塞人占领着偏西的地区,马尔马里代人居住在埃及和昔兰尼之间的地带,并分享了沿岸地区,而马凯人在同族中人口最为众多,占领着锡尔特周围的地区。
§3.49.2τῶν δὲ προειρημένων Λιβύων γεωργοὶ μέν εἰσιν οἷς ὑπάρχει χώρα δυναμένη καρπὸν φέρειν δαψιλῆ, νομάδες δʼ ὅσοι τῶν κτηνῶν τὴν ἐπιμέλειαν ποιούμενοι τὰς τροφὰς ἔχουσιν ἀπὸ τούτων· ἀμφότερα δὲ τὰ γένη ταῦτα βασιλέας ἔχει καὶ βίον οὐ παντελῶς ἄγριον οὐδʼ ἀνθρωπίνης ἡμερότητος ἐξηλλαγμένον.
在上述利比亚人中,那些拥有能够产出丰饶作物的土地的人是农耕者,而那些照料牲畜并以此为生的人则是游牧者;这两个部落都有国王,他们的生活并非完全野蛮,也没有脱离人类的温和文明。
τὸ δὲ τρίτον γένος οὔτε βασιλέως ὑπακοῦον οὔτε τοῦ δικαίου λόγον οὐδʼ ἔννοιαν ἔχον ἀεὶ λῃστεύει, ἀπροσδοκήτως δὲ τὰς ἐμβολὰς ἐκ τῆς ἐρήμου ποιούμενον ἁρπάζει τὰ παρατυχόντα, καὶ ταχέως ἀνακάμπτει πρὸς τὸν αὐτὸν τόπον.
但第三个部落既不服从国王,也不考虑或理解正义,而是始终进行掠夺,从沙漠中发动出其不意的袭击,掠夺随手可得的东西,并迅速返回到相同的地方。
§3.49.3πάντες δʼ οἱ Λίβυες οὗτοι θηριώδη βίον ἔχουσιν, ὑπαίθριοι διαμένοντες καὶ τὸ τῶν ἐπιτηδευμάτων ἄγριον ἐζηλωκότες· οὔτε γὰρ ἡμέρου διαίτης οὔτʼ ἐσθῆτος μετέχουσιν, ἀλλὰ δοραῖς αἰγῶν σκεπάζουσι τὰ σώματα.
所有这些利比亚人都过着野兽般的生活,常年露宿,竞相效仿野蛮的习俗;因为他们既不享用温和的饮食,也不穿衣服,而是用山羊皮遮盖身体。
τοῖς δὲ δυνάσταις αὐτῶν πόλεις μὲν τὸ σύνολον οὐχ ὑπάρχουσι, πύργοι δὲ πλησίον τῶν ὑδάτων, εἰς οὓς ἀποτίθενται τὰ πλεονάζοντα τῆς ὠφελείας.
他们的首领们根本没有城市,但在水源附近建有塔楼,在其中存放多余的掠夺品。
τοὺς δʼ ὑποτεταγμένους λαοὺς κατʼ ἐνιαυτὸν ἐξορκίζουσι πειθαρχήσειν· καὶ τῶν μὲν ὑπακουσάντων ὡς συμμάχων φροντίζουσι, τῶν δὲ μὴ προσεχόντων θάνατον καταγνόντες ὡς λῃσταῖς πολεμοῦσιν.
他们每年让臣民宣誓服从;对于顺从者,他们将其作为盟友予以照顾,而对于不听从者,则判处死刑并视其为盗贼进行战争。
§3.49.4ὁ δʼ ὁπλισμὸς αὐτῶν ἐστιν οἰκεῖος τῆς τε χώρας καὶ τῶν ἐπιτηδευμάτων· κοῦφοι γὰρ ὄντες τοῖς σώμασι καὶ χώραν οἰκοῦντες κατὰ τὸ πλεῖστον πεδιάδα, πρὸς τοὺς κινδύνους ὁρμῶσι λόγχας ἔχοντες τρεῖς καὶ λίθους ἐν ἄγγεσι σκυτίνοις· ξίφος δʼ οὐ φοροῦσιν οὐδὲ κράνος οὐδʼ ὅπλον οὐδὲν ἕτερον, στοχαζόμενοι τοῦ προτερεῖν ταῖς εὐκινησίαις ἐν τοῖς διωγμοῖς καὶ πάλιν ἐν ταῖς ἀποχωρήσεσι.
他们的武装适合他们的土地和习惯;因为他们身体轻捷,且居住在大部分是平原的地区,他们手持三支标枪和装在皮袋里的石头冲向危险;他们既不佩戴剑,也不戴头盔,不携带任何其他武器,旨在利用敏捷性在追击和退却中占据优势。
§3.49.5διόπερ εὔθετοι πρὸς δρόμον εἰσὶ καὶ λιθοβολίαν, διαπεπονηκότες τῇ μελέτῃ καὶ τῇ συνηθείᾳ τὰ τῆς φύσεως προτερήματα.
因此,他们擅长奔跑和投石,通过练习和习惯彻底锻炼了自然赋予的优势。
καθόλου δὲ πρὸς τοὺς ἀλλοφύλους οὔτε τὸ δίκαιον οὔτε τὴν πίστιν κατʼ οὐδένα τρόπον διατηροῦσιν.
总体而言,他们对异族无论如何绝不遵守正义和信义。