§3.48.1περὶ δὲ τῶν κατὰ τὸν οὐρανὸν ὁρωμένων παραδόξων ἐν τοῖς τόποις οὐ παραλειπτέον.
然而,关于这些地方在天空中所观测到的奇特现象,同样不可忽略。
θαυμασιώτατον μέν ἐστι τὸ περὶ τὴν ἄρκτον ἱστορούμενον καὶ πλείστην ἀπορίαν παρεχόμενον τοῖς πλοϊζομένοις· ἀπὸ γὰρ μηνὸς ὃν καλοῦσιν Ἀθηναῖοι μαιμακτηριῶνα τῶν ἑπτὰ τῶν κατὰ τὴν ἄρκτον ἀστέρων οὐδένα φασὶν ὁρᾶσθαι μέχρι τῆς πρώτης φυλακῆς, τῷ δὲ ποσειδεῶνι μέχρι δευτέρας, καὶ κατὰ τοὺς ἑξῆς ἐκ τοῦ κατʼ ὀλίγον ἀθεωρήτους ὑπάρχειν.
最令人惊叹的是关于大熊座的传说,它给航海者带来了极大的困惑;因为据说,从雅典人称为迈马克特里恩的月份开始,大熊座的七颗星在第一更天之前一颗也看不见,而在波塞德昂月则要到第二更天,在随后的几个月里,它们也逐渐变得无法观测。
§3.48.2τῶν δʼ ἄλλων τοὺς ὀνομαζομένους πλάνητας τοὺς μὲν μείζονας τῶν παρʼ ἡμῖν, ἑτέρους δὲ μηδὲ τὰς ὁμοίας ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι· τὸν δʼ ἥλιον οὐχ ὥσπερ παρʼ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλʼ ἔτι νυκτὸς οὔσης σκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν.
此外,在其他被称为行星的星体中,有些比我们这里所见的更大,另一些则不作相同的升起和落下;而且太阳并不像我们这里那样,在自身升起前不久先发出光芒,而是在仍是黑夜的时候,以一种不可思议的方式突然显现并发出光芒。
§3.48.3διὸ καὶ μηδέποθʼ ἡμέραν μὲν ἐν ἐκείνοις τοῖς τόποις γίνεσθαι πρὶν ὁραθῆναι τὸν ἥλιον, ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσθαι μὲν ἄνθρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινθῆρας δʼ ἀφʼ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ φαίνεσθαι, καθάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν ἐμβριθεστέραν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτʼ αὐγὴν ποιεῖν μήτʼ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει· δευτέρας δʼ ἀρχομένης ἀσπιδοειδῆ γίνεσθαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καθʼ ὑπερβολήν.
因此,在那些地方,太阳未显现之前绝不会出现白昼,而且据说,太阳从海中央升起时,看起来就像最炽热的炭火,并从自身喷射出巨大的火花,其形状并不像我们所想象的那样呈圆锥形,而是具有类似于圆柱的形状,其顶部表面略微宽大。 此外,直到第一小时,它既不产生光辉,也不投射光线,在黑暗中显得如同无光的火焰;但当第二小时开始时,它便呈盾牌状,并投射出极其锐利和炽热的光芒。
§3.48.4κατὰ δὲ τὴν δύσιν ἐναντία γίνεσθαι συμπτώματα περὶ αὐτόν· δοκεῖν γὰρ τοῖς ὁρῶσι καιναῖς ἀκτῖσι φωτίζειν τὸν κόσμον οὐκ ἔλαττον ὡρῶν δυοῖν, ὡς δʼ Ἀγαθαρχίδης ὁ Κνίδιος ἀνέγραψε, τριῶν.
在日落时分,它的周围则会发生相反的现象;因为在观看者看来,它似乎用奇异的光芒照亮着世界不少于两个小时,正如克尼多斯人阿加塔尔基德斯所记录的那样,是三个小时。
τοῦτον δὲ τὸν καιρὸν ἥδιστον τοῖς ἐγχωρίοις φαίνεσθαι, ταπεινουμένου τοῦ καύματος διὰ τὴν δύσιν τοῦ ἡλίου.
这个时间对当地人来说显得最为惬意,因为随着太阳的落下,酷热得以缓解。
§3.48.5τῶν δʼ ἀνέμων ζέφυροι μὲν καὶ λίβες, ἔτι δʼ ἀργέσται καὶ εὖροι, πνέουσι καθάπερ καὶ παρὰ τοῖς ἄλλοις· νότοι δὲ κατὰ μὲν Αἰθιοπίαν οὔτε πνέουσιν οὔτε γνωρίζονται τὸ σύνολον, κατὰ δὲ τὴν Τρωγλοδυτικὴν καὶ τὴν Ἀραβίαν θερμοὶ γίνονται καθʼ ὑπερβολήν, ὥστε καὶ τὰς ὕλας ἐκπυροῦν καὶ τῶν καταφευγόντων εἰς τὰς ἐν ταῖς καλύβαις σκιὰς ἐκλύειν τὰ σώματα.
至于风,西风和西南风,以及西北偏西风和东风,都像在其他地方一样吹拂;但南风在埃塞俄比亚既不吹拂,也完全不为人所知,而在穴居人之地和阿拉伯,南风则变得极其炎热,以至于能引燃森林,并使那些在棚屋阴影中避暑的人身体虚弱。
ὁ δὲ βορέας δικαίως ἂν ἄριστος νομίζοιτο, διικνούμενος εἰς πάντα τόπον τῆς οἰκουμένης καὶ διαμένων ψυχρός.
而北风理所当然地被认为是最优良的,因为它能到达人居世界的每一个角落,并保持着寒冷。