Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.49.1-3.49.5

リビアの四部族の分布と生活習慣

210 / 406 箇所 · ギリシア語

要旨

エジプトやキュレネ、シュルティス周辺に住む四つのリビア人部族(ナサモネス、アウスキサイ、マルマリダイ、マカイ)の地理的分布を説明し、彼らの生業(農耕、遊牧、略奪)や生活習慣、軽装の武装、性格について記述する。

§3.49.1τούτων δʼ ἡμῖν διευκρινημένων οἰκεῖον ἂν εἴη διελθεῖν περὶ τῶν Λιβύων τῶν πλησίον Αἰγύπτου κατοικούντων καὶ τῆς ὁμόρου χώρας.
これらが我々によって明らかにされたので、エジプトの近くに住むリビア人たち、および隣接する地方について説明することが適切であろう。
τὰ γὰρ περὶ Κυρήνην καὶ τὰς Σύρτεις, ἔτι δὲ τὴν μεσόγειον τῆς κατὰ τοὺς τόπους τούτους χέρσου, κατοικεῖ τέτταρα γένη Λιβύων·
なぜなら、キュレネとシュルティスの周辺、さらにこれらの地方における陸地の内陸部には、四つのリビア人の部族が住んでいるからである。
ὧν οἱ μὲν ὀνομαζόμενοι Νασαμῶνες νέμονται τὰ νεύοντα μέρη πρὸς νότον, οἱ δʼ Αὐσχῖσαι τὰ πρὸς τὴν δύσιν, οἱ δὲ Μαρμαρίδαι κατοικοῦσι τὴν μεταξὺ ταινίαν Αἰγύπτου καὶ Κυρήνης, μετέχοντες καὶ τῆς παραλίου, οἱ δὲ Μάκαι πολυανθρωπίᾳ τῶν ὁμοεθνῶν προέχοντες νέμονται τοὺς τόπους τοὺς περὶ τὴν Σύρτιν.
彼らのうち、ナサモネスと呼ばれる人々は南に面した地域を領有し、アウスキサイは西に面した地域を、マルマリダイはエジプトとキュレネの間の帯状の土地に居住し、沿岸部をも分かち持っており、マカイは同族の中で人口の多さにおいて抜きん出ており、シュルティス周辺の地方を領有している。
§3.49.2τῶν δὲ προειρημένων Λιβύων γεωργοὶ μέν εἰσιν οἷς ὑπάρχει χώρα δυναμένη καρπὸν φέρειν δαψιλῆ, νομάδες δʼ ὅσοι τῶν κτηνῶν τὴν ἐπιμέλειαν ποιούμενοι τὰς τροφὰς ἔχουσιν ἀπὸ τούτων·
前述のリビア人のうち、豊かな収穫をもたらすことのできる土地を持つ者たちが農耕民であり、家畜の世話をして、それらから糧を得ている者たちすべてが遊牧民である。
ἀμφότερα δὲ τὰ γένη ταῦτα βασιλέας ἔχει καὶ βίον οὐ παντελῶς ἄγριον οὐδʼ ἀνθρωπίνης ἡμερότητος ἐξηλλαγμένον.
これら両方の部族は、王を持ち、完全に野蛮でもなく、人間らしい生活からかけ離れてもいない生活を送っている。
τὸ δὲ τρίτον γένος οὔτε βασιλέως ὑπακοῦον οὔτε τοῦ δικαίου λόγον οὐδʼ ἔννοιαν ἔχον ἀεὶ λῃστεύει, ἀπροσδοκήτως δὲ τὰς ἐμβολὰς ἐκ τῆς ἐρήμου ποιούμενον ἁρπάζει τὰ παρατυχόντα, καὶ ταχέως ἀνακάμπτει πρὸς τὸν αὐτὸν τόπον.
しかし、第三の部族は、王に従うこともなく、正義を考慮することも理解することもなく、常に略奪を行い、砂漠から不意に襲撃を行っては、手当たり次第に奪い去り、速やかに同じ場所へと帰っていく。
§3.49.3πάντες δʼ οἱ Λίβυες οὗτοι θηριώδη βίον ἔχουσιν, ὑπαίθριοι διαμένοντες καὶ τὸ τῶν ἐπιτηδευμάτων ἄγριον ἐζηλωκότες·
しかし、これらのリビア人はみな、野獣のような生活を送っており、野外で暮らし、野蛮な習慣を競って取り入れている。
οὔτε γὰρ ἡμέρου διαίτης οὔτʼ ἐσθῆτος μετέχουσιν, ἀλλὰ δοραῖς αἰγῶν σκεπάζουσι τὰ σώματα.
というのも、彼らは洗練された食事も衣服も持ち合わせず、ヤギの皮で身体を覆っているからである。
τοῖς δὲ δυνάσταις αὐτῶν πόλεις μὲν τὸ σύνολον οὐχ ὑπάρχουσι, πύργοι δὲ πλησίον τῶν ὑδάτων, εἰς οὓς ἀποτίθενται τὰ πλεονάζοντα τῆς ὠφελείας.
彼らの支配者たちには、都市はまったく存在せず、水源の近くに塔があり、そこに彼らは余剰の略奪品を保管する。
τοὺς δʼ ὑποτεταγμένους λαοὺς κατʼ ἐνιαυτὸν ἐξορκίζουσι πειθαρχήσειν·
そして、配下の民に対しては、毎年、服従することを誓わせる。
καὶ τῶν μὲν ὑπακουσάντων ὡς συμμάχων φροντίζουσι, τῶν δὲ μὴ προσεχόντων θάνατον καταγνόντες ὡς λῃσταῖς πολεμοῦσιν.
そして従う者たちについては同盟者として気遣い、従わない者たちについては死刑を宣告して、盗賊として戦いを挑む。
§3.49.4ὁ δʼ ὁπλισμὸς αὐτῶν ἐστιν οἰκεῖος τῆς τε χώρας καὶ τῶν ἐπιτηδευμάτων·
また、彼らの武装は彼らの土地や習慣に適したものである。
κοῦφοι γὰρ ὄντες τοῖς σώμασι καὶ χώραν οἰκοῦντες κατὰ τὸ πλεῖστον πεδιάδα, πρὸς τοὺς κινδύνους ὁρμῶσι λόγχας ἔχοντες τρεῖς καὶ λίθους ἐν ἄγγεσι σκυτίνοις·
なぜなら、彼らは身体が軽快であり、大半が平原である土地に住んでいるため、三本の投げ槍と革袋に入れた石を手にして、危険へと突進するからである。
ξίφος δʼ οὐ φοροῦσιν οὐδὲ κράνος οὐδʼ ὅπλον οὐδὲν ἕτερον, στοχαζόμενοι τοῦ προτερεῖν ταῖς εὐκινησίαις ἐν τοῖς διωγμοῖς καὶ πάλιν ἐν ταῖς ἀποχωρήσεσι.
彼らは剣も兜も、その他のどんな武具も身につけない。
追撃の際、また退却の際において、その敏捷さによって優位に立つことを目指しているからである。
§3.49.5διόπερ εὔθετοι πρὸς δρόμον εἰσὶ καὶ λιθοβολίαν, διαπεπονηκότες τῇ μελέτῃ καὶ τῇ συνηθείᾳ τὰ τῆς φύσεως προτερήματα.
それゆえ、彼らは走ることと石を投げることに適しており、訓練と習慣によって自然から与えられた強みを鍛え上げている。
καθόλου δὲ πρὸς τοὺς ἀλλοφύλους οὔτε τὸ δίκαιον οὔτε τὴν πίστιν κατʼ οὐδένα τρόπον διατηροῦσιν.
概して、彼らは他民族に対しては、いかなる方法によっても、正義も信義も決して守らない。

語釈・文法注

  1. 3.49.1τούτων δʼ ἡμῖν διευκρινημένων — 絶対属格構文。属格形である指示代名詞 τούτων が、受動分詞 διευκρινημένων の意味上の主語となっている。与格の ἡμῖν は動作主を示す(dative of agent)。
  2. 3.49.1τὰ γὰρ περὶ Κυρήνην καὶ τὰς Σύρτεις, ἔτι δὲ τὴν μεσόγειον τῆς κατὰ τοὺς τόπους τούτους χέρσου, κατοικεῖ τέτταρα γένη Λιβύων — 語順の倒置。主語は中性複数名詞の τέτταρα γένη Λιβύων であり、動詞 κατοικεῖ はこれに呼応して三人称単数形(中性複数主語に伴う単数動詞)をとる。文頭の対格句 τὰ γὰρ περὶ... は κατοικεῖ の直接目的語。
  3. 3.49.2τῶν δὲ προειρημένων Λιβύων — 部分属格(partitive genitive)。後続の γεωργοί, νομάδες, τὸ δὲ τρίτον γένος という三つのグループに分割される全体集合を示している。
  4. 3.49.4στοχαζόμενοι τοῦ προτερεῖν ταῖς εὐκινησίαις — 属格をとる動詞 στοχάζομαι(…を目指す)に、冠詞付き不定詞の属格 τοῦ προτερεῖν がかかっている。与格の ταῖς εὐκινησίαις は「敏捷さにおいて」という限定(または原因)を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.49.1-3.49.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.49.1-3.49.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。