Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.47.1-3.47.9

萨巴人的危险隐患王室习俗与财富

第 208 段,共 406 段 · 希腊语

内容简介

本段描述了萨巴人土地上的潜在危险(毒蛇与过量香气导致的虚脱)、他们王室的奇异习俗、因贸易带来的无双财富,以及邻近呈白色的海域和富饶群岛。

§3.47.1οὐ μὴν ὀλόκληρον καὶ χωρὶς φθόνου τὴν εὐδαιμονίαν τοῖς ἀνθρώποις ἡ τύχη περιέθηκεν, ἀλλὰ τοῖς τηλικούτοις δωρήμασι παρέζευξε τὸ βλάπτον καὶ νουθετῆσον τοὺς διὰ τὴν συνέχειαν τῶν ἀγαθῶν εἰωθότας καταφρονεῖν τῶν θεῶν.
然而,命运并未将毫无缺损且免于嫉妒的幸福赐予人类,反而在如此伟大的恩赐中,掺杂了有害且带有警告性质的事物,以警示那些因长期享有福泽而习惯于轻慢神明的人。
§3.47.2κατὰ γὰρ τοὺς εὐωδεστάτους δρυμοὺς ὄφεων ὑπάρχει πλῆθος, οἳ τὸ μὲν χρῶμα φοινικοῦν ἔχουσι, μῆκος δὲ σπιθαμῆς, δήγματα δὲ ποιοῦνται παντελῶς ἀνίατα· δάκνουσι δὲ προσπηδῶντες καὶ ἁλλόμενοι πρὸς ὕψος αἱμάττουσι τὸν χρῶτα.
因为在最芬芳的森林中,存在着大量的毒蛇,它们的颜色呈深红,长度只有一跨,被其咬伤后完全无法医治;它们通过飞扑和向上高跳来进行撕咬,使皮肤鲜血直流。
§3.47.3ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα.
此外,在当地人中,对于那些因长期患病而身体虚弱的人,会发生一种奇特的现象。
διαπνεομένου γὰρ τοῦ σώματος ὑπʼ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος· διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς εὐωδίας.
因为当身体被纯净且具渗透性的香气熏蒸发散,且身体的组织密度被消解得极其稀薄时,便会伴随产生难以救治的虚脱;因此,他们会为这类病人熏烧沥青和山羊之髯,用相反的性质来对抗那过度的香气。
τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνθρώπους, ἀναλογίας δὲ καὶ καθήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν.
因为美好的事物若在数量和秩序上得到适度衡量,便能造福并取悦人类,但若失去了比例和适当的时机,其恩赐便毫无益处。
§3.47.4τοῦ δʼ ἔθνους τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σαβάς, ἐπʼ ὄρους ᾠκισμένη.
该部族的首都是一座他们称为萨巴斯的城市,建在山上。
βασιλέας δʼ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήθη τιμὰς ἀπονέμει μεμιγμένας ἀγαθοῖς καὶ κακοῖς.
这里的王位由家族世代传承,民众赋予国王的荣誉中混合着利与弊。
μακάριον μὲν γὰρ βίον ἔχειν δοκοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων· ἀτυχεῖς δὲ νομίζονται καθʼ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μή, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον.
因为在人看来,他们过着幸福的生活,因为他们向所有人发号施令,且无需为自己的所作所为承担任何解释;但他们也被认为是不幸的,因为他们绝不被允许走出皇宫,否则根据某条古老的预言,他们就会被民众用石头砸死。
§3.47.5τοῦτο δὲ τὸ ἔθνος οὐ μόνον τῶν πλησιοχώρων Ἀράβων, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων διαφέρει πλούτῳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ μέρος πολυτελείαις.
这个部族不仅在邻近的阿拉伯人中,而且在全人类中,其财富和各方面的奢华程度都是首屈一指的。
ἐν γὰρ ταῖς τῶν φορτίων ἀλλαγαῖς καὶ πράσεσιν ὄγκοις ἐλαχίστοις πλείστην ἀποφέρονται τιμὴν ἁπάντων ἀνθρώπων τῶν ἀργυρικῆς ἀμείψεως ἕνεκα τὰς ἐμπορίας ποιουμένων.
因为在货物的交易和出售中,在所有为了白银交换而进行贸易的人当中,他们能以最少的体积换取最庞大的资金。
§3.47.6διόπερ ἐξ αἰῶνος ἀπορθήτων αὐτῶν γεγενημένων διὰ τὸν ἐκτοπισμόν, καὶ χρυσοῦ τε καὶ ἀργύρου πλήθους ἐπικεκλυκότος παρʼ αὐτοῖς, καὶ μάλιστʼ ἐν Σαβαῖς, ἐν ᾗ τὰ βασίλεια κεῖται, τορεύματα μὲν ἀργυρᾶ τε καὶ χρυσᾶ παντοδαπῶν ἐκπωμάτων ἔχουσι, κλίνας δὲ καὶ τρίποδας ἀργυρόποδας, καὶ τὴν ἄλλην κατασκευὴν ἄπιστον τῇ πολυτελείᾳ, κιόνων τε ἁδρῶν περίστυλα, τὰ μὲν ἐπίχρυσα, τὰ δʼ ἀργυροειδεῖς τύπους ἐπὶ τῶν κιονοκράνων ἔχοντα.
因此,由于他们因地处偏远而自古未遭践踏,且有大量的金银充斥其间(尤其是在皇宫所在的萨巴斯),他们拥有各种金银浮雕杯具、银脚床榻和三脚架,以及在奢华程度上令人难以置信的其他陈设,还有由粗大柱子组成的环廊,其中一些柱子镀金,另一些则在柱头上饰有银质的浮雕。
§3.47.7τὰς δʼ ὀροφὰς καὶ θύρας χρυσαῖς φιάλαις λιθοκολλήτοις καὶ πυκναῖς διειληφότες ἅπασαν τὴν τῶν οἰκιῶν κατὰ μέρος οἰκοδομίαν πεποίηνται θαυμαστὴν ταῖς πολυτελείαις· τὰ μὲν γὰρ ἐξ ἀργύρου καὶ χρυσοῦ, τὰ δʼ ἐξ ἐλέφαντος καὶ τῶν διαπρεπεστάτων λίθων, ἔτι δὲ τῶν ἄλλων τῶν τιμιωτάτων παρʼ ἀνθρώποις, §3.47.8κατεσκευάκασιν.
他们的天花板和门楣上密布着镶嵌宝石的金质浅碗作为装饰,使整座房屋的各部分建筑在奢华中显得令人叹为观止;因为他们有些部分是用金银建造的,另一些部分则是用象牙、最杰出的宝石以及人类中其他最珍贵的事物装饰而成的。
ἀλλὰ γὰρ οὗτοι μὲν ἐκ πολλῶν χρόνων τὴν εὐδαιμονίαν ἀσάλευτον ἔσχον διὰ τὸ παντελῶς ἀπεξενῶσθαι τῶν διὰ τὴν ἰδίαν πλεονεξίαν ἕρμαιον ἡγουμένων τὸν ἀλλότριον πλοῦτον.
然而,这些人能在极长的时间内保持其幸福不被动摇,正是因为他们与那些因自身贪婪而将他人财富视为意外之财的人完全隔绝。
ἡ δὲ κατὰ τούτους θάλαττα λευκὴ φαίνεται τὴν χρόαν, ὥσθʼ ἅμα θαυμάζειν τὸ παράδοξον καὶ τὴν αἰτίαν τοῦ συμβαίνοντος ἐπιζητεῖν.
而他们附近的海洋在色泽上呈现白色,以至于人们在惊叹这一奇景的同时,也会去探寻这一现象发生的原因。
§3.47.9νῆσοι δʼ εὐδαίμονες πλησίον ὑπάρχουσιν, ἔχουσαι πόλεις ἀτειχίστους, ἐν αἷς τὰ βοσκήματα πάντα λευκὴν ἔχει τὴν χρόαν, καὶ τοῖς θήλεσιν αὐτῶν οὐκ ἐπιφύεται τὸ καθόλου κέρας.
附近还有一些富饶的岛屿,建有无防备城墙的城市,那里的牲畜全都是白色的,且雌性牲畜完全不长角。
εἰς ταύτας δʼ ἔμποροι πάντοθεν καταπλέουσι, μάλιστα δʼ ἐκ Ποτάνας, ἣν Ἀλέξανδρος ᾤκισε παρὰ τὸν Ἰνδὸν ποταμόν, ναύσταθμον ἔχειν βουλόμενος τῆς παρὰ τὸν ὠκεανὸν παραλίου.
商人们从四面八方乘船来到这些岛屿,尤其是从波塔纳,那是亚历山大在印度河畔建立的城市,旨在为大洋沿岸设立一个海军基地。
περὶ μὲν οὖν τῆς χώρας καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἀρκεσθησόμεθα τοῖς εἰρημένοις.
那么,关于这片土地及其居民,我们对已说的话便感到满足了。

词汇与语法注释

  1. 3.47.1νουθετῆσον — 未来主动分词。与前面的现在分词 `τὸ βλάπτον`(有害的)相对置,表示目的或意图(“用以警告的”)。
  2. 3.47.3τράγου πώγωνα — 字面意思是“山羊的胡须”,指古代用于药用或强熏香的特定植物(如婆罗门参属植物)。文中说明他们用这种具有相反性质的刺鼻物质(`ταῖς ἐναντίαις φύσεσι`)来对抗过量香气导致的虚脱。
  3. 3.47.4εἰ δὲ μή, γίνονται λιθόλευστοι — 紧随省略条件句 `εἰ δὲ μή`(否则)之后的直陈式现在时 `γίνονται`,表示一旦违反禁令就会必然发生的必然结果或既定规则,而非不确定的未来事态。
  4. 3.47.7κατεσκευάκασιν — 从 3.47.7 开头的 `τὰς δʼ ὀροφὰς...` 开始的带有长宾语和分词的主句主动词,跨越了章节界限,被置于 3.47.8 的开头。在结构上,它完成了关于萨巴人如何“建造”其奢华建筑与陈设的论述。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.47.1-3.47.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.47.1-3.47.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。