Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.48.1-3.48.5

南方地域における特異な天象と風の性質

209 / 406 箇所 · ギリシア語

要旨

著者はアラビア近海などの地域における、おおぐま座の星々が見えなくなる現象や、太陽の特異な出没の仕方や形状といった天体現象、および特異な風の影響について記述している。

§3.48.1περὶ δὲ τῶν κατὰ τὸν οὐρανὸν ὁρωμένων παραδόξων ἐν τοῖς τόποις οὐ παραλειπτέον.
しかし、それらの地方における天空に見られる驚くべき現象についても、言及を避けてはならない。
θαυμασιώτατον μέν ἐστι τὸ περὶ τὴν ἄρκτον ἱστορούμενον καὶ πλείστην ἀπορίαν παρεχόμενον τοῖς πλοϊζομένοις·
最も驚くべきことは、おおぐま座に関して語られ、航海者たちに多大な当惑をもたらしていることである。
ἀπὸ γὰρ μηνὸς ὃν καλοῦσιν Ἀθηναῖοι μαιμακτηριῶνα τῶν ἑπτὰ τῶν κατὰ τὴν ἄρκτον ἀστέρων οὐδένα φασὶν ὁρᾶσθαι μέχρι τῆς πρώτης φυλακῆς, τῷ δὲ ποσειδεῶνι μέχρι δευτέρας, καὶ κατὰ τοὺς ἑξῆς ἐκ τοῦ κατʼ ὀλίγον ἀθεωρήτους ὑπάρχειν.
なぜなら、アテナイ人がマイマクテリオンと呼ぶ月から、おおぐま座にある七つの星のどれ一つとして、第一の夜警時間までは見えないと言われており、ポセイデオン月には第二の夜警時間まで、そしてその後の数ヶ月には、少しずつ見えなくなっていくからである。
§3.48.2τῶν δʼ ἄλλων τοὺς ὀνομαζομένους πλάνητας τοὺς μὲν μείζονας τῶν παρʼ ἡμῖν, ἑτέρους δὲ μηδὲ τὰς ὁμοίας ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι·
また、他の星々のうち、いわゆる惑星と呼ばれるものについて、あるものは我々のところで見えるものよりも大きく、他のものは同様の日の出や日の入りを行わないと言われている。
τὸν δʼ ἥλιον οὐχ ὥσπερ παρʼ ἡμῖν βραχὺ πρὸ τῆς ἰδίας ἀνατολῆς προαποστέλλειν τὸ φῶς, ἀλλʼ ἔτι νυκτὸς οὔσης σκοταίου παραδόξως ἄφνω φανέντα ἐκλάμπειν.
また、太陽は、我々のところのように、自らの日の出の少し前にあらかじめ光を送り出すのではなく、まだ暗い夜であるうちに、奇妙なことに突如として現れて輝き出す。
§3.48.3διὸ καὶ μηδέποθʼ ἡμέραν μὲν ἐν ἐκείνοις τοῖς τόποις γίνεσθαι πρὶν ὁραθῆναι τὸν ἥλιον, ἐκ μέσου δὲ τοῦ πελάγους φασὶν ἀναφαινόμενον αὐτὸν ὁρᾶσθαι μὲν ἄνθρακι παραπλήσιον τῷ πυρωδεστάτῳ, σπινθῆρας δʼ ἀφʼ ἑαυτοῦ μεγάλους ἀπορρίπτειν, καὶ τῷ τύπῳ μὴ κωνοειδῆ φαίνεσθαι, καθάπερ ἡμεῖς δοξάζομεν, ἀλλὰ κίονι τὸν τύπον ἔχειν ἐμφερῆ, μικρὸν ἐμβριθεστέραν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν, πρὸς δὲ τούτοις μήτʼ αὐγὴν ποιεῖν μήτʼ ἀκτῖνας βάλλειν ἄχρι πρώτης ὥρας, φαινομένου πυρὸς ἀλαμποῦς ἐν σκότει·
それゆえ、それらの地方では太陽が見える前に昼になることは決してなく、また、海原の真ん中から現れる太陽は、最も激しく燃える炭火に似て見えると言われており、それ自体から大きな火花を放ち、その形状は、我々が考えているような円錐形ではなく、むしろ円柱に似た形をしており、その頭部からの表面がわずかに幅広になっている。 その上、第一時までは光を放つことも光線を投げかけることもなく、暗闇の中で輝きのない火が見えているかのようであり、第二時が始まると盾の形になり、極めて鋭く、燃えるような光を放つ。
δευτέρας δʼ ἀρχομένης ἀσπιδοειδῆ γίνεσθαι καὶ τὸ φῶς βάλλειν ἀπότομον καὶ πυρῶδες καθʼ ὑπερβολήν. §3.48.4κατὰ δὲ τὴν δύσιν ἐναντία γίνεσθαι συμπτώματα περὶ αὐτόν·
日の入りの時には、それの周りで反対の現象が起こる。
δοκεῖν γὰρ τοῖς ὁρῶσι καιναῖς ἀκτῖσι φωτίζειν τὸν κόσμον οὐκ ἔλαττον ὡρῶν δυοῖν, ὡς δʼ Ἀγαθαρχίδης ὁ Κνίδιος ἀνέγραψε, τριῶν.
すなわち、それを見る人々には、奇妙な光線で、少なくとも二時間、クニドスのアガタルキデスが記録したところによれば三時間、世界を照らし続けているように思われる。
τοῦτον δὲ τὸν καιρὸν ἥδιστον τοῖς ἐγχωρίοις φαίνεσθαι, ταπεινουμένου τοῦ καύματος διὰ τὴν δύσιν τοῦ ἡλίου.
そして、この時間は現地の人々にとって最も心地よいものと感じられる。 太陽の没入によって暑さが和らぐからである。
§3.48.5τῶν δʼ ἀνέμων ζέφυροι μὲν καὶ λίβες, ἔτι δʼ ἀργέσται καὶ εὖροι, πνέουσι καθάπερ καὶ παρὰ τοῖς ἄλλοις·
風については、西風や南西風、さらには西北西風や東風が、他の人々におけるのと同様に吹く。
νότοι δὲ κατὰ μὲν Αἰθιοπίαν οὔτε πνέουσιν οὔτε γνωρίζονται τὸ σύνολον, κατὰ δὲ τὴν Τρωγλοδυτικὴν καὶ τὴν Ἀραβίαν θερμοὶ γίνονται καθʼ ὑπερβολήν, ὥστε καὶ τὰς ὕλας ἐκπυροῦν καὶ τῶν καταφευγόντων εἰς τὰς ἐν ταῖς καλύβαις σκιὰς ἐκλύειν τὰ σώματα.
しかし、南風は、エチオピアにおいては吹くこともなければ、まったく知られてもいない。 一方、トログロデュティカやアラビアにおいては、極めて高温となり、森を炎上させ、小屋の中の陰に避難する人々の身体を衰弱させるほどである。
ὁ δὲ βορέας δικαίως ἂν ἄριστος νομίζοιτο, διικνούμενος εἰς πάντα τόπον τῆς οἰκουμένης καὶ διαμένων ψυχρός.
そして北風は、居住世界のあらゆる場所に到達し、冷たさを保ち続けるため、当然ながら最良の風とみなされるであろう。

語釈・文法注

  1. §3.48.2τῶν δʼ ἄλλων τοὺς ὀνομαζομένους πλάνητας — §3.48.1の `φασίν`(彼らは言う)から始まる間接話法(対格不定詞構文)が、§3.48.2および§3.48.3の各動詞(`ποιεῖσθαι`, `προαποστέλλειν`, `ἐκλάμπειν` など)にまで継続してかかっている。主節の動詞が省略されたまま対格不定詞が連続する記述構造となっている。
  2. §3.48.3μικρὸν ἐμβριθεστέραν ἔχοντι τὴν ἀπὸ τῆς κεφαλῆς ἐπιφάνειαν — 分詞 `ἔχοντι`(現在分詞与格男性単数)は、前文の `κίονι`(円柱)を修飾している。形容詞の比較級 `ἐμβριθεστέραν`(より重厚な、より幅の広い)は目的語 `τὴν ... ἐπιφάνειαν`(頭部からの表面)に対する述語的修飾(二次述語)であり、「その上部からの表面がわずかに幅広くなっている円柱」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.48.1-3.48.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.48.1-3.48.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。