§3.47.1οὐ μὴν ὀλόκληρον καὶ χωρὶς φθόνου τὴν εὐδαιμονίαν τοῖς ἀνθρώποις ἡ τύχη περιέθηκεν, ἀλλὰ τοῖς τηλικούτοις δωρήμασι παρέζευξε τὸ βλάπτον καὶ νουθετῆσον τοὺς διὰ τὴν συνέχειαν τῶν ἀγαθῶν εἰωθότας καταφρονεῖν τῶν θεῶν.
しかし、運命は人々にその幸福を、損なわれることなく、また嫉妬されることなしに与えたわけではなく、むしろ、良きものの継続のゆえに神々を軽視することに慣れてしまっている者たちを警告するために、そのような大いなる贈り物に、害を与えるものと警告をもたらすものを併せ添えたのである。
§3.47.2κατὰ γὰρ τοὺς εὐωδεστάτους δρυμοὺς ὄφεων ὑπάρχει πλῆθος, οἳ τὸ μὲν χρῶμα φοινικοῦν ἔχουσι, μῆκος δὲ σπιθαμῆς, δήγματα δὲ ποιοῦνται παντελῶς ἀνίατα·
なぜなら、最も芳しい森には蛇の群れが存在し、それらは色は深紅で、長さは一スパンであり、完全に治療不可能な噛み傷を与えるからである。
δάκνουσι δὲ προσπηδῶντες καὶ ἁλλόμενοι πρὸς ὕψος αἱμάττουσι τὸν χρῶτα.
それらは飛びかかり、高く跳ね上がって噛み、皮膚を血だらけにする。
§3.47.3ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα.
また、現地の人々の間で、長い病気によって身体を弱らせた人々に関して、ある特異なことが起こる。
διαπνεομένου γὰρ τοῦ σώματος ὑπʼ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος·
すなわち、混じりけのない浸透力のある性質によって身体から水分が発散し、肉体の組織が希薄さへと追い込まれることで、救い難い衰弱が引き続いて起こるのである。
διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς εὐωδίας.
それゆえ、彼らはそのような人々に対してアスファルトと山羊の髭を燻し、反対の性質によって、あの圧倒的な芳香に対抗するのである。
τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνθρώπους, ἀναλογίας δὲ καὶ καθήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν.
なぜなら、良いものは量と秩序によって測られるときには人々を益し、楽しませるが、適切な比率や時期を誤ると、その贈り物は無益なものとなるからである。
§3.47.4τοῦ δʼ ἔθνους τούτου μητρόπολίς ἐστιν ἣν καλοῦσι Σαβάς, ἐπʼ ὄρους ᾠκισμένη.
この部族の首都は、彼らがサバスと呼ぶ、山の上に築かれた都市である。
βασιλέας δʼ ἐκ γένους ἔχει τοὺς διαδεχομένους, οἷς τὰ πλήθη τιμὰς ἀπονέμει μεμιγμένας ἀγαθοῖς καὶ κακοῖς.
そこには血統から王位を継承する世襲の王たちがおり、彼らに対して民衆は、良いことと悪いことが混ざり合った栄誉を授ける。
μακάριον μὲν γὰρ βίον ἔχειν δοκοῦσιν, ὅτι πᾶσιν ἐπιτάττοντες οὐδένα λόγον ὑπέχουσι τῶν πραττομένων·
なぜなら、彼らはすべての人に命令を下し、自らの行うことについて一切の説明責任を負わないので、幸福な生活を送っていると思われるからである。
ἀτυχεῖς δὲ νομίζονται καθʼ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μή, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον.
しかし、王宮から決して外出することが許されないという点において、不運であるとみなされる。 もし外出すれば、古代のある神託に従って、群衆によって石打ちに処されるからである。
§3.47.5τοῦτο δὲ τὸ ἔθνος οὐ μόνον τῶν πλησιοχώρων Ἀράβων, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων διαφέρει πλούτῳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ μέρος πολυτελείαις.
この部族は、近隣のアラビア人たちだけでなく、他のすべての人々に対しても、富や個々の贅沢において勝っている。
ἐν γὰρ ταῖς τῶν φορτίων ἀλλαγαῖς καὶ πράσεσιν ὄγκοις ἐλαχίστοις πλείστην ἀποφέρονται τιμὴν ἁπάντων ἀνθρώπων τῶν ἀργυρικῆς ἀμείψεως ἕνεκα τὰς ἐμπορίας ποιουμένων.
なぜなら、貨物の交換や販売において、銀による交換のために交易を行うすべての人々の中で、最も小さな容積で、最も多くの対価を持ち帰るからである。
§3.47.6διόπερ ἐξ αἰῶνος ἀπορθήτων αὐτῶν γεγενημένων διὰ τὸν ἐκτοπισμόν, καὶ χρυσοῦ τε καὶ ἀργύρου πλήθους ἐπικεκλυκότος παρʼ αὐτοῖς, καὶ μάλιστʼ ἐν Σαβαῖς, ἐν ᾗ τὰ βασίλεια κεῖται, τορεύματα μὲν ἀργυρᾶ τε καὶ χρυσᾶ παντοδαπῶν ἐκπωμάτων ἔχουσι, κλίνας δὲ καὶ τρίποδας ἀργυρόποδας, καὶ τὴν ἄλλην κατασκευὴν ἄπιστον τῇ πολυτελείᾳ, κιόνων τε ἁδρῶν περίστυλα, τὰ μὲν ἐπίχρυσα, τὰ δʼ ἀργυροειδεῖς τύπους ἐπὶ τῶν κιονοκράνων ἔχοντα.
それゆえ、彼らはその遠く離れた立地のゆえに古くから侵略されたことがなく、また金銀の莫大な量が彼らのもと、特に王宮のあるサバスにおいては溢れかえっているため、あらゆる種類の杯の銀製や金製の浮彫細工や、銀の脚を持つ寝台や三脚器、そしてその贅沢さにおいて信じがたいほどのその他の調度品、またあるものは金メッキされ、あるものは柱頭に銀製の装飾を施された太い柱からなる回廊を有している。
§3.47.7τὰς δʼ ὀροφὰς καὶ θύρας χρυσαῖς φιάλαις λιθοκολλήτοις καὶ πυκναῖς διειληφότες ἅπασαν τὴν τῶν οἰκιῶν κατὰ μέρος οἰκοδομίαν πεποίηνται θαυμαστὴν ταῖς πολυτελείαις·
天井や扉を、宝石がちりばめられた多くの金製の浅鉢で区切り、家々の個々の建築全体を、その贅沢さにおいて見事なものとしている。
τὰ μὲν γὰρ ἐξ ἀργύρου καὶ χρυσοῦ, τὰ δʼ ἐξ ἐλέφαντος καὶ τῶν διαπρεπεστάτων λίθων, ἔτι δὲ τῶν ἄλλων τῶν τιμιωτάτων παρʼ ἀνθρώποις, §3.47.8κατεσκευάκασιν.
なぜなら、ある部分は銀や金で、ある部分は象牙や最も優れた宝石で、さらには人々の間で最も貴重とされるその他のものを使って、それらを作り上げているからである。
ἀλλὰ γὰρ οὗτοι μὲν ἐκ πολλῶν χρόνων τὴν εὐδαιμονίαν ἀσάλευτον ἔσχον διὰ τὸ παντελῶς ἀπεξενῶσθαι τῶν διὰ τὴν ἰδίαν πλεονεξίαν ἕρμαιον ἡγουμένων τὸν ἀλλότριον πλοῦτον.
しかしながら、彼らは長きにわたり、その幸福を揺るぎないものとして保ってきた。 それは、自身の強欲のゆえに他人の富を棚ぼたとみなす人々から、完全に隔絶されていることによる。
ἡ δὲ κατὰ τούτους θάλαττα λευκὴ φαίνεται τὴν χρόαν, ὥσθʼ ἅμα θαυμάζειν τὸ παράδοξον καὶ τὴν αἰτίαν τοῦ συμβαίνοντος ἐπιζητεῖν.
そして、彼らの近くの海は、その色が白く見え、その結果、人はその不思議さに驚くと同時に、その現象の原因を詮索したくなるほどである。
§3.47.9νῆσοι δʼ εὐδαίμονες πλησίον ὑπάρχουσιν, ἔχουσαι πόλεις ἀτειχίστους, ἐν αἷς τὰ βοσκήματα πάντα λευκὴν ἔχει τὴν χρόαν, καὶ τοῖς θήλεσιν αὐτῶν οὐκ ἐπιφύεται τὸ καθόλου κέρας.
また、近くには豊かな島々が存在し、城壁のない都市を有している。 そこでは家畜はすべて色が白く、それらの雌には、角がまったく生えない。
εἰς ταύτας δʼ ἔμποροι πάντοθεν καταπλέουσι, μάλιστα δʼ ἐκ Ποτάνας, ἣν Ἀλέξανδρος ᾤκισε παρὰ τὸν Ἰνδὸν ποταμόν, ναύσταθμον ἔχειν βουλόμενος τῆς παρὰ τὸν ὠκεανὸν παραλίου.
これらの島々には商人が四方から航海してやってくるが、特に、アレクサンドロスがインダス川の傍らに、外洋に沿った沿岸地域のための海軍基地を持たせようと望んで建設したポタナからである。
περὶ μὲν οὖν τῆς χώρας καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἀρκεσθησόμεθα τοῖς εἰρημένοις.
さて、この土地とそこに住む人々については、これまで述べてきたことで十分としよう。