§3.46.1μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανθρωπότατοι τῶν Ἀραβικῶν ἐθνῶν ὄντες.
在这些人之后是被称为卡尔拜的人,在他们之后是萨巴人,他们是阿拉伯部族中人口最多的一支。
νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παρʼ ἡμῖν ἀγαθῶν καὶ θρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆθος ἀμύθητον.
他们占领着被称为“幸福”的阿拉伯土地,这里出产我们这里绝大多数的美好事物,并哺育着难以计数、种类繁多的牲畜。
εὐωδία τε αὐτὴν πᾶσαν ἐπέχει φυσικὴ διὰ τὸ πάντα σχεδὸν τὰ ταῖς ὀσμαῖς πρωτεύοντα φύεσθαι κατὰ τὴν χώραν ἀνέκλειπτα.
一种自然的芬芳充满了整个土地,因为几乎所有在香气中占首位的植物都在该国不绝地生长。
§3.46.2κατὰ μὲν γὰρ τὴν παράλιον φύεται τὸ καλούμενον βάλσαμον καὶ κασία καὶ πόα τις ἄλλη ἰδιάζουσαν φύσιν ἔχουσα· αὕτη δὲ πρόσφατος μὲν οὖσα τοῖς ὄμμασι προσηνεστάτην παρέχεται τέρψιν, ἐγχρονισθεῖσα δὲ συντόμως γίνεται ἐξίτηλος.
因为沿着海岸生长着所谓的香脂、肉桂以及另一种具有独特特性的草本植物;这种草在新鲜时给眼睛带来极愉悦的享受,但存放一段时间后便迅速枯萎。
§3.46.3κατὰ δὲ τὴν μεσόγειον ὑπάρχουσι δρυμοὶ συνηρεφεῖς, καθʼ οὕς ἐστι δένδρα μεγάλα λιβανωτοῦ καὶ σμύρνης, πρὸς δὲ τούτοις φοίνικος καὶ καλάμου καὶ κιναμώμου καὶ τῶν ἄλλων τῶν τούτοις ὁμοίαν ἐχόντων τὴν εὐωδίαν· οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν τὰς ἑκάστων ἰδιότητάς τε καὶ φύσεις διὰ τὸ πλῆθος καὶ τὴν ὑπερβολὴν τῆς ἐκ πάντων ἀθροιζομένης ὀσμῆς.
而在内陆,有郁郁葱葱的森林,其中有巨大的乳香和没药树,此外还有椰枣、香苇、肉桂以及其他具有类似香气的植物;因为由于其数量之多,以及由所有这些植物汇聚而成的香气极度浓郁,人们甚至无法一一列举它们各自的特征和天性。
§3.46.4θεία γάρ τις φαίνεται καὶ λόγου κρείττων ἡ προσπίπτουσα καὶ κινοῦσα τὰς ἑκάστων αἰσθήσεις εὐωδία.
因为迎面而来并触动每个人感官的芬芳,显得神圣且非语言所能形容。
καὶ γὰρ τοὺς παραπλέοντας, καίπερ πολὺ τῆς χέρσου κεχωρισμένους, οὐκ ἀμοίρους ποιεῖ τῆς τοιαύτης ἀπολαύσεως· κατὰ γὰρ τὴν θερινὴν ὥραν, ὅταν ἄνεμος ἀπόγειος γένηται, συμβαίνει τὰς ἀπὸ τῶν σμυρνοφόρων δένδρων καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποπνεομένας εὐωδίας διικνεῖσθαι πρὸς τὰ πλησίον μέρη τῆς θαλάττης· οὐ γὰρ ὥσπερ παρʼ ἡμῖν ἀποκειμένην καὶ παλαιὰν ἔχει τὴν τῶν ἀρωμάτων φύσιν, ἀλλὰ τὴν ἀκμάζουσαν ἐν ἄνθει νεαρὰν δύναμιν καὶ διικνουμένην πρὸς τὰ λεπτομερέστατα τῆς αἰσθήσεως.
事实上,它并没有让那些乘船驶过的人们(尽管他们离陆地很远)无法分享这种享受;因为在夏季,当陆风吹起时,从产没药的树木和其他此类树木中散发出的芬芳,便会到达临近的海域;因为它不像我们这里那样,具有存放已久的陈旧香料的性质,而是拥有一种在花期中旺盛的、新鲜的力量,并且能渗透到感官最微妙的部分。
§3.46.5κομιζούσης γὰρ τῆς αὔρας τὴν ἀπόρροιαν τῶν εὐωδεστάτων, προσπίπτει τοῖς προσπλέουσι τὴν παράλιον προσηνὲς καὶ πολύ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόθεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλʼ ἀπʼ αὐτῆς τῆς νεαρωτάτης ὥρας καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς θείας φύσεως, ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυθολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν.
因为当微风吹送着最芬芳之物的散发物时,便迎面扑向那些驶向海岸的人们,一种惬意而浓郁、此外还健康且独特的由最上等事物组成的混合香气,既不是因为果实被切开并已散发出其自身的精华,也不是因为被存放在异类的容器中,而是由于神圣的大自然从其最鲜嫩的时期起便提供着完好无损的新芽;以至于分享其独特香气的人们,似乎在享受神话中的神仙美馔,因为这香气的无上浓郁实在找不到其他合适的名称。