Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.45.1-3.45.8

德巴伊人与阿利莱奥伊人的土地与物产

第 206 段,共 406 段 · 希腊语

内容简介

描述了阿拉伯沿岸的金字塔状山峰、建有神庙的圆形海湾、德巴伊人依靠骆驼的生活方式及其与希腊人的神话亲谊,以及阿利莱奥伊人收集自然金的习俗。

§3.45.1παραπλεύσαντι δὲ τοὺς τόπους τούτους ὄρη πέντε διεστηκότα ἀλλήλων εἰς ὕψος ἀνατείνει, συναγομένας ἔχοντα τὰς κορυφὰς εἰς πετρώδη μαστόν, παραπλήσιον φαντασίαν ἀποτελοῦντα ταῖς κατʼ Αἴγυπτον πυραμίσιν.
对于乘船经过这些地方的人来说,五座彼此分离的山峰高高耸立,它们的山顶汇聚成一个岩石乳房状的圆丘,呈现出与埃及金字塔极相似的外观。
§3.45.2ἑξῆς δʼ ἐστὶ κόλπος κυκλοτερὴς μεγάλοις ἀκρωτηρίοις περιεχόμενος, οὗ κατὰ μέσην τὴν διάμετρον ἀνέστηκε λόφος τραπεζοειδής, ἐφʼ οὗ τρεῖς ναοὶ θαυμαστοὶ τοῖς ὕψεσιν ᾠκοδόμηνται θεῶν, ἀγνοουμένων μὲν ὑπὸ τῶν Ἑλλήνων, τιμωμένων δʼ ὑπὸ τῶν ἐγχωρίων διαφερόντως.
紧接其后的是一个被巨大岬角包围的圆形海湾,在其直径的中央耸立着一座台形的小山,山顶上为希腊人所不知、却受到当地人极度尊崇的神明建造了三座高度令人惊叹的神庙。
§3.45.3μετὰ δὲ ταῦτα αἰγιαλὸς παρήκει κάθυγρος, ναματιαίοις καὶ γλυκέσι ῥείθροις διειλημμένος· καθʼ ὅν ἐστιν ὄρος ὀνομαζόμενον μὲν Χαβῖνον, δρυμοῖς δὲ παντοδαποῖς πεπυκνωμένον.
在这些之后,是一片潮湿的海岸,被泉水和淡水溪流所分割;沿着海岸有一座名叫哈比诺斯的山,山上密布着各种树林。
τὴν δὲ χέρσον τὴν ἐχομένην τῆς ὀρεινῆς νέμονται τῶν Ἀράβων οἱ καλούμενοι Δέβαι.
紧邻该山区的大陆由被称为德巴伊的阿拉伯人占领。
§3.45.4οὗτοι δὲ καμηλοτροφοῦντες πρὸς ἅπαντα χρῶνται τὰ μέγιστα τῶν κατὰ τὸν βίον τῇ τοῦ ζῴου τούτου χρείᾳ· πρὸς μὲν γὰρ τοὺς πολεμίους ἀπὸ τούτων μάχονται, τὰς δὲ κομιδὰς τῶν φορτίων ἐπὶ τούτων νωτοφοροῦντες ῥᾳδίως ἅπαντα συντελοῦσι, τὸ δὲ γάλα πίνοντες ἀπὸ τούτων διατρέφονται, καὶ τὴν ὅλην χώραν περιπολοῦσιν ἐπὶ τῶν δρομάδων καμήλων.
这些人饲养骆驼,并在生活的一切最重大的事务中利用这种动物;因为他们骑着它们与敌人作战,将货物的运输驮在它们的背上,从而轻松完成一切,并且喝着它们的奶,以此维持生命,并骑着迅捷的骆驼巡视整个国家。
§3.45.5κατὰ δὲ μέσην τὴν χώραν αὐτῶν φέρεται ποταμὸς τοσοῦτο χρυσοῦ καταφέρων ψῆγμα φαινόμενον ὥστε κατὰ τὰς ἐκβολὰς τὴν ἰλὺν ἀποφέρεσθαι περιστίλβουσαν.
在他们国家的中部,流淌着一条携带如此多显眼沙金的河流,以至于在河口处流出的泥沙四处闪闪发光。
οἱ δʼ ἐγχώριοι τῆς μὲν ἐργασίας τῆς τοῦ χρυσοῦ παντελῶς εἰσιν ἄπειροι, φιλόξενοι δʼ ὑπάρχουσιν, οὐ πρὸς πάντας τοὺς ἀφικνουμένους, ἀλλὰ πρὸς μόνους τοὺς ἀπὸ Βοιωτίας καὶ Πελοποννήσου διά τινα παλαιὰν ἀφʼ Ἡρακλέους οἰκειότητα πρὸς §3.45.6τὸ ἔθνος, ἣν μυθικῶς ἑαυτοὺς παρειληφέναι παρὰ τῶν προγόνων ἱστοροῦσιν.
当地人对黄金的加工完全一无所知,但他们极好客,并非对所有到来的人,而仅对来自维奥蒂亚和伯罗奔尼撒的人,因为某种源自赫拉克勒斯、与该部族的古老亲谊,他们传说这是从祖先那里神话般地继承下来的。
ἡ δʼ ἑξῆς χώρα κατοικεῖται μὲν ὑπὸ Ἀράβων Ἀλιλαίων καὶ Γασανδῶν, οὐκ ἔμπυρος οὖσα καθάπερ αἱ πλησίον, ἀλλὰ μαλακαῖς καὶ δασείαις νεφέλαις πολλάκις κατεχομένη· ἐκ δὲ τούτων ὑετοὶ γίνονται καὶ χειμῶνες εὔκαιροι καὶ ποιοῦντες τὴν θερινὴν ὥραν εὔκρατον.
接下来的土地由被称为阿利莱奥伊和加桑德的阿拉伯人居住,这里不像邻近的土地那样灼热,而是经常被温柔而浓密的云雾所笼罩;从这些云雾中产生适时的雨水和冬季的降水,使夏季的气候温和宜人。
ἥ τε χώρα πάμφορός ἐστι καὶ διάφορος κατὰ τὴν ἀρετήν, οὐ μέντοι τυγχάνει τῆς ἐνδεχομένης ἐπιμελείας διὰ τὴν τῶν λαῶν ἀπειρίαν.
这片土地出产丰富,其肥沃程度非同寻常,然而,由于人民的缺乏经验,它未能得到应有的精心耕作。
§3.45.7τὸν δὲ χρυσὸν εὑρίσκοντες ἐν τοῖς φυσικοῖς ὑπονόμοις τῆς γῆς συνάγουσι πολύν, οὐ τὸν ἐκ τοῦ ψήγματος συντηκόμενον, ἀλλὰ τὸν αὐτοφυῆ καὶ καλούμενον ἀπὸ τοῦ συμβεβηκότος ἄπυρον.
他们在土地的自然地下通道中发现并收集了大量黄金,这些黄金不是从沙金中熔化而来的,而是天然生成的,因其特征而被称为“无火金”。
κατὰ δὲ τὸ μέγεθος ἐλάχιστος μὲν εὑρίσκεται παραπλήσιος πυρῆνι, μέγιστος δὲ οὐ πολὺ λειπόμενος βασιλικοῦ καρύου.
在大小上,发现的最小的类似于果核,最大的则不比王核桃小多少。
§3.45.8φοροῦσι δʼ αὐτὸν περί τε τοὺς καρποὺς τῶν χειρῶν καὶ περὶ τοὺς τραχήλους, τετρημένον ἐναλλὰξ λίθοις διαφανέσι.
他们将这些黄金穿孔,与透明的宝石交替搭配,佩戴在手腕和脖子上。
καὶ τούτου μὲν τοῦ γένους ἐπιπολάζοντος παρʼ αὐτοῖς, χαλκοῦ δὲ καὶ σιδήρου σπανίζοντος, ἐπʼ ἴσης ἀλλάττονται ταῦτα τὰ φορτία πρὸς τοὺς ἐμπόρους.
由于这种金属在他们中间非常丰富,而铜和铁却很稀缺,因此他们与商人等价交换这些货物。

词汇与语法注释

  1. §3.45.1παραπλεύσαντι — 与格分词 παραπλεύσαντι 是关系与格(dative of reference),用于设定描写中的地理视角:“对于航行经过的人来说”。
  2. §3.45.5πρὸς ¦p.v.1.p.336¦ τὸ ἔθνος — 前置词 πρὸς 跨越分节边界及里程碑 ¦p.v.1.p.336¦ 支配下一节 §3.45.6 开头的 τὸ ἔθνος,构成了修饰前一节 οἰκειότητα 的形容词性短语(“针对该部族的亲谊”)。
  3. §3.45.7ἄπυρον — 形容词 ἄπυρον(字面意思是“未经火烧的”)是当时的技术术语,指在地下直接作为天然金块(自然金)被发现、不需要经过熔炼或用火精炼过程的黄金。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.45.1-3.45.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.45.1-3.45.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。