§3.44.1παραπλεύσαντι δὲ τὰ πεδία ταῦτα κόλπος ἐκδέχεται παράδοξον ἔχων τὴν φύσιν.
对于乘船经过这些平原的人来说,接踵而来的是一个性质奇特的港湾。
συννεύει μὲν γὰρ εἰς τὸν μυχὸν τῆς χώρας, τῷ μήκει δʼ ἐπὶ σταδίους πεντακοσίους παρεκτείνεται, περικλειόμενος δὲ κρημνοῖς θαυμασίοις τὸ μέγεθος σκολιὸν καὶ δυσέξιτον ἔχει τὸ στόμα· ἁλιτενοῦς γὰρ πέτρας τὸν εἴσπλουν διαλαμβανούσης οὔτʼ εἰσπλεῦσαι δυνατόν ἐστιν εἰς τὸν κόλπον οὔτʼ ἐκπλεῦσαι.
因为它向着陆地最深处收缩,在长度上延伸达五百斯塔德,并被大小令人惊叹的悬崖所包围,其湾口弯曲且难以进出;因为一块延伸在海中的平坦岩礁拦截了航道,所以既不可能乘船进入该湾,也不可能乘船出去。
§3.44.2κατὰ δὲ τὰς τοῦ ῥοῦ προσπτώσεις καὶ τὰς τῶν ἀνέμων μεταβολὰς ὁ κλύδων προσπίπτων τῇ ῥαχίᾳ καχλάζει καὶ τραχύνεται πάντῃ περὶ τὴν παρήκουσαν πέτραν.
在水流碰撞和风向转变之时,波涛拍击在岩石海岸上,在沿海延伸的岩礁周围到处激起泡沫并变得汹涌。
οἱ δὲ τὴν κατὰ τὸν κόλπον χώραν νεμόμενοι, Βανιζομενεῖς ὀνομαζόμενοι, τὰς τροφὰς ἔχουσι κυνηγοῦντες καὶ σαρκοφαγοῦντες τὰ χερσαῖα ζῷα.
居住在湾畔土地上的人被称为巴尼佐美内斯人,他们通过狩猎和食用陆地动物来获取食物。
ἱερὸν δʼ ἁγιώτατον ἵδρυται, τιμώμενον ὑπὸ πάντων Ἀράβων περιττότερον.
那里建立了一座极神圣的神庙,受到所有阿拉伯人非同寻常的尊崇。
§3.44.3ἑξῆς δὲ τῇ προειρημένῃ παραλίᾳ νῆσοι τρεῖς ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους.
紧接上述海岸,有三座岛屿横卧在近海,形成了多个港口。
καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν Ἴσιδος, ἔρημον οὖσαν, παλαιῶν δʼ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας· ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δʼ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παρʼ ἡμῖν.
其中,据记载第一座岛屿虽然荒无人烟,却是伊西斯的圣岛,保存有古代房屋的石质地基和刻有异族文字的石碑;同样地,其他岛屿也荒无人烟;所有岛屿都种植着与我们这里的树木不同的橄榄树。
§3.44.4μετὰ δὲ τὰς νήσους ταύτας αἰγιαλὸς παρήκει κρημνώδης καὶ δυσπαράπλους ἐπὶ σταδίους ὡς χιλίους· οὔτε γὰρ λιμὴν οὔτε σάλος ἐπʼ ἀγκύρας ὑπόκειται τοῖς ναυτίλοις, οὐ χηλὴ δυναμένη τοῖς ἀπορουμένοις τῶν πλεόντων τὴν ἀναγκαίαν ὑπόδυσιν παρασχέσθαι.
在这些岛屿之后,有一段悬崖峭壁、难以通航的海岸延伸约一千斯塔德;因为既没有港口,也没有供船员下锚的停泊地,也没有任何防波堤能为陷入困境的航海者提供必要的庇护。
ὄρος δὲ ταύτῃ παράκειται κατὰ μὲν κορυφὴν πέτρας ἀποτομάδας ἔχον καὶ τοῖς ὕψεσι καταπληκτικάς, ὑπὸ δὲ τὰς ῥίζας σπιλάδας ὀξείας καὶ πυκνὰς ἐνθαλάττους καὶ κατόπιν αὐτῶν φάραγγας ὑποβεβρωμένας καὶ σκολιάς.
这里紧邻一座山,其山顶有陡峭的岩石,高度令人惊心动魄,而在其山麓下则有尖锐且密集的暗礁,暗礁背后是被侵蚀的、弯曲的裂缝。
§3.44.5συντετρημένων δʼ αὐτῶν πρὸς ἀλλήλας, καὶ τῆς θαλάττης βάθος ἐχούσης, ὁ κλύδων ποτὲ μὲν εἰσπίπτων, ποτὲ δὲ παλισσυτῶν βρόμῳ μεγάλῳ παραπλήσιον ἦχον ἐξίησι.
由于这些裂缝彼此相通,且海水极深,波涛有时涌入,有时倒流,发出类似于巨大轰鸣的声响。
τοῦ δὲ κλύδωνος τὸ μὲν πρὸς μεγάλας πέτρας προσαραττόμενον εἰς ὕψος ἵσταται καὶ τὸν ἀφρὸν θαυμαστὸν τὸ πλῆθος κατασκευάζει, τὸ δὲ καταπινόμενον κοιλώμασι σπασμὸν καταπληκτικὸν παρέχει, ὥστε τοὺς ἀκουσίως ἐγγίσαντας τοῖς τόποις διὰ τὸ δέος οἱονεὶ προαποθνήσκειν.
拍击在巨大岩石上的波涛高高耸立,产生数量惊人的泡沫,而吸入空洞中的波涛则引起令人胆寒的痉挛,以至于无意中接近这些地方的人因恐惧而几乎吓死。
§3.44.6ταύτην μὲν οὖν τὴν παράλιον ἔχουσιν Ἄραβες οἱ καλούμενοι Θαμουδηνοί· τὴν δʼ ἑξῆς ἐπέχει κόλπος εὐμεγέθης, ἐπικειμένων αὐτῷ νήσων σποράδων, τὴν πρόσοψιν ἐχουσῶν ὁμοίαν ταῖς καλουμέναις Ἐχινάσι νήσοις.
占领这段海岸的是被称为萨穆德诺伊人的阿拉伯人;紧接其后的是一个巨大的港湾,其上分布着零星的岛屿,外观类似于被称为埃奇纳德斯的岛屿。
ἐκδέχονται δὲ ταύτην τὴν παράλιον ἀέριοι θῖνες ἅμμου κατά τε τὸ μῆκος καὶ τὸ πλάτος, §3.44.7μέλανες τὴν χρόαν.
紧接这段海岸的是在长度和宽度上都极广阔的、耸入云霄的沙丘,呈黑色。
μετὰ δὲ τούτους ὁρᾶται χερρόνησος καὶ λιμὴν κάλλιστος τῶν εἰς ἱστορίαν πεπτωκότων, ὀνομαζόμενος Χαρμούθας.
在这些沙丘之后,可以看到一个半岛和有历史记载以来最美丽的港口,名为哈尔穆塔斯。
ὑπὸ γὰρ χηλὴν ἐξαίσιον κεκλιμένην πρὸς ζέφυρον κόλπος ἐστὶν οὐ μόνον κατὰ τὴν ἰδέαν θαυμαστός, ἀλλὰ καὶ κατὰ τὴν εὐχρηστίαν πολὺ τοὺς ἄλλους ὑπερέχων· παρήκει γὰρ αὐτὸν ὄρος συνηρεφές, κυκλούμενον πανταχόθεν ἐπὶ σταδίους ἑκατόν, εἴσπλουν δʼ ἔχει δίπλεθρον, ναυσὶ δισχιλίαις ἄκλυστον λιμένα παρεχόμενος.
因为在一个向着西风倾斜的巨大防波堤下方,有一个不仅在外表上令人叹为观止,而且在实用性上也远远超过其他港口的湾;因为一座林木茂密的山紧邻其旁,从四面环绕达一百斯塔德,其入口宽二普勒特龙,为两千艘船只提供了一个无风浪的港口。
§3.44.8χωρὶς δὲ τούτων εὔυδρος τʼ ἐστὶ καθʼ ὑπερβολήν, ποταμοῦ μείζονος εἰς αὐτὸν ἐμβάλλοντος, καὶ κατὰ μέσον ἔχει νῆσον εὔυδρον καὶ δυναμένην ἔχειν κηπεύματα.
除此之外,这里水源极其充足,有一条较大的河流注入其中,并且中部有一个水源充足、可以开辟园圃的岛屿。
καθόλου δʼ ἐμφερέστατός ἐστι τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώθωνι, περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεθα διελθεῖν.
总体而言,它极像迦太基那个被称为“科通”的港口,关于其细节上的实用性,我们将在适当的时期尝试进行详细阐述。
ἰχθύων δὲ πλῆθος ἐκ τῆς μεγάλης θαλάττης εἰς αὐτὸν ἀθροίζεται διά τε τὴν νηνεμίαν καὶ τὴν γλυκύτητα τῶν εἰς αὐτὸν ῥεόντων ὑδάτων.
由于这里的平静以及流入其中的水源之甘甜,大量的鱼类从大海聚集到这里。