§3.44.1παραπλεύσαντι δὲ τὰ πεδία ταῦτα κόλπος ἐκδέχεται παράδοξον ἔχων τὴν φύσιν.
これらの平野を沿岸航海して通り過ぎた者にとって、奇妙な性質を持つ湾がそれに続いている。
συννεύει μὲν γὰρ εἰς τὸν μυχὸν τῆς χώρας, τῷ μήκει δʼ ἐπὶ σταδίους πεντακοσίους παρεκτείνεται, περικλειόμενος δὲ κρημνοῖς θαυμασίοις τὸ μέγεθος σκολιὸν καὶ δυσέξιτον ἔχει τὸ στόμα·
というのは、それは陸地の最奥部へと狭まっており、長さは五百スタディオンにわたって延びており、驚くべき大きさの崖に囲まれていて、その湾口は曲がりくねって脱出しがたいからである。
ἁλιτενοῦς γὰρ πέτρας τὸν εἴσπλουν διαλαμβανούσης οὔτʼ εἰσπλεῦσαι δυνατόν ἐστιν εἰς τὸν κόλπον οὔτʼ ἐκπλεῦσαι.
すなわち、海中に伸びる平らな岩礁がその入り口を遮っているため、この湾に船で入ることも、また船で出ることも不可能なのである。
§3.44.2κατὰ δὲ τὰς τοῦ ῥοῦ προσπτώσεις καὶ τὰς τῶν ἀνέμων μεταβολὰς ὁ κλύδων προσπίπτων τῇ ῥαχίᾳ καχλάζει καὶ τραχύνεται πάντῃ περὶ τὴν παρήκουσαν πέτραν.
潮流の衝突や風の変化の際、波は岩の多い海岸線に打ち寄せて泡立ち、そこに沿って延びる岩礁の周囲全体で荒れ狂う。
οἱ δὲ τὴν κατὰ τὸν κόλπον χώραν νεμόμενοι, Βανιζομενεῖς ὀνομαζόμενοι, τὰς τροφὰς ἔχουσι κυνηγοῦντες καὶ σαρκοφαγοῦντες τὰ χερσαῖα ζῷα.
この湾の周辺の土地に居住する人々はバニゾメネイスと呼ばれ、陸上の動物を狩猟し、その肉を食べて生活を営んでいる。
ἱερὸν δʼ ἁγιώτατον ἵδρυται, τιμώμενον ὑπὸ πάντων Ἀράβων περιττότερον.
そこには極めて神聖な神殿が建立されており、すべてのアラビア人から格別に崇拝されている。
§3.44.3ἑξῆς δὲ τῇ προειρημένῃ παραλίᾳ νῆσοι τρεῖς ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους.
先に述べた沿岸に続いて三つの島が横たわっており、それらは多くの港を形成している。
καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν Ἴσιδος, ἔρημον οὖσαν, παλαιῶν δʼ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας·
そして、これらのうち最初の島は、無人ではあるが、イシスの聖なる島であり、古い家々の石の土台や、異民族の文字が刻まれた碑が遺されていると伝えられている。
ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δʼ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παρʼ ἡμῖν.
同様に、他の島々も無人であるが、それらすべてに、我々の土地のものとは異なるオリーブの木が植えられている。
§3.44.4μετὰ δὲ τὰς νήσους ταύτας αἰγιαλὸς παρήκει κρημνώδης καὶ δυσπαράπλους ἐπὶ σταδίους ὡς χιλίους·
これらの島の先には、およそ千スタディオンにわたって、崖だらけで沿岸航海の困難な海岸が延びている。
οὔτε γὰρ λιμὴν οὔτε σάλος ἐπʼ ἀγκύρας ὑπόκειται τοῖς ναυτίλοις, οὐ χηλὴ δυναμένη τοῖς ἀπορουμένοις τῶν πλεόντων τὴν ἀναγκαίαν ὑπόδυσιν παρασχέσθαι.
船乗りたちにとって、そこには港も錨地もなく、困難に直面した航海者たちに必要な避難所を提供できる防波堤も存在しないからである。
ὄρος δὲ ταύτῃ παράκειται κατὰ μὲν κορυφὴν πέτρας ἀποτομάδας ἔχον καὶ τοῖς ὕψεσι καταπληκτικάς, ὑπὸ δὲ τὰς ῥίζας σπιλάδας ὀξείας καὶ πυκνὰς ἐνθαλάττους καὶ κατόπιν αὐτῶν φάραγγας ὑποβεβρωμένας καὶ σκολιάς.
この場所に隣接する山は、その山頂においては切り立った、その高さで人を圧倒するような岩々を有し、その麓には、海中に鋭く密集した岩礁と、それらの背後に浸食された曲がりくねった割れ目を有している。
§3.44.5συντετρημένων δʼ αὐτῶν πρὸς ἀλλήλας, καὶ τῆς θαλάττης βάθος ἐχούσης, ὁ κλύδων ποτὲ μὲν εἰσπίπτων, ποτὲ δὲ παλισσυτῶν βρόμῳ μεγάλῳ παραπλήσιον ἦχον ἐξίησι.
これらが互いに貫通し合っており、海が深さを湛えているため、波は、ある時は流れ込み、ある時は逆流して、巨大な轟音に似た響きを放つ。
τοῦ δὲ κλύδωνος τὸ μὲν πρὸς μεγάλας πέτρας προσαραττόμενον εἰς ὕψος ἵσταται καὶ τὸν ἀφρὸν θαυμαστὸν τὸ πλῆθος κατασκευάζει, τὸ δὲ καταπινόμενον κοιλώμασι σπασμὸν καταπληκτικὸν παρέχει, ὥστε τοὺς ἀκουσίως ἐγγίσαντας τοῖς τόποις διὰ τὸ δέος οἱονεὶ προαποθνήσκειν.
波のうち、大きな岩に激突するものは高くそびえ立ち、驚くべき量の泡を作り出すが、空洞に吸い込まれるものは恐ろしい渦を引き起こすため、不本意にもこの場所に近づいてしまった人々は、恐怖のあまり死ぬ思いをするほどである。
§3.44.6ταύτην μὲν οὖν τὴν παράλιον ἔχουσιν Ἄραβες οἱ καλούμενοι Θαμουδηνοί·
この沿岸部を占めているのはタムデノイと呼ばれるアラビア人である。
τὴν δʼ ἑξῆς ἐπέχει κόλπος εὐμεγέθης, ἐπικειμένων αὐτῷ νήσων σποράδων, τὴν πρόσοψιν ἐχουσῶν ὁμοίαν ταῖς καλουμέναις Ἐχινάσι νήσοις.
その次には巨大な湾が広がっており、その上には、いわゆるエキナデス諸島に似た景観を持つ島々が点在している。
ἐκδέχονται δὲ ταύτην τὴν παράλιον ἀέριοι θῖνες ἅμμου κατά τε τὸ μῆκος καὶ τὸ πλάτος, §3.44.7μέλανες τὴν χρόαν.
この沿岸に続いて、長さにおいても幅においても広大な、空にそびえるような砂丘が控えており、その色は黒い。
μετὰ δὲ τούτους ὁρᾶται χερρόνησος καὶ λιμὴν κάλλιστος τῶν εἰς ἱστορίαν πεπτωκότων, ὀνομαζόμενος Χαρμούθας.
これらの後には、半島と、歴史上記録された中で最も美しい港が見え、それはハルムータスと呼ばれている。
ὑπὸ γὰρ χηλὴν ἐξαίσιον κεκλιμένην πρὸς ζέφυρον κόλπος ἐστὶν οὐ μόνον κατὰ τὴν ἰδέαν θαυμαστός, ἀλλὰ καὶ κατὰ τὴν εὐχρηστίαν πολὺ τοὺς ἄλλους ὑπερέχων·
西風に向かって傾いている途方もない防波堤の下に、その美観において素晴らしいだけでなく、実用性においても他をはるかに凌ぐ湾があるからである。
παρήκει γὰρ αὐτὸν ὄρος συνηρεφές, κυκλούμενον πανταχόθεν ἐπὶ σταδίους ἑκατόν, εἴσπλουν δʼ ἔχει δίπλεθρον, ναυσὶ δισχιλίαις ἄκλυστον λιμένα παρεχόμενος.
すなわち、樹木の密生した山がこれに隣接して周囲百スタディオンにわたって取り囲んでおり、その入り口は二プレトロンの幅であり、二千隻の船に対して波の穏やかな港を提供している。
§3.44.8χωρὶς δὲ τούτων εὔυδρος τʼ ἐστὶ καθʼ ὑπερβολήν, ποταμοῦ μείζονος εἰς αὐτὸν ἐμβάλλοντος, καὶ κατὰ μέσον ἔχει νῆσον εὔυδρον καὶ δυναμένην ἔχειν κηπεύματα.
これらに加えて、そこは非常に水が豊富であり、より大きな川がそこに流れ込んでおり、また中央には、水が豊かで菜園を営むことのできる島を有している。
καθόλου δʼ ἐμφερέστατός ἐστι τῷ κατὰ τὴν Καρχηδόνα λιμένι, προσαγορευομένῳ δὲ Κώθωνι, περὶ οὗ τὰς κατὰ μέρος εὐχρηστίας ἐν τοῖς οἰκείοις χρόνοις πειρασόμεθα διελθεῖν.
全体として、そこはカルタゴにある「コトン」と呼ばれる港に極めて類似しており、それについての詳細な有用性については、ふさわしい時期に記述することを試みる。
ἰχθύων δὲ πλῆθος ἐκ τῆς μεγάλης θαλάττης εἰς αὐτὸν ἀθροίζεται διά τε τὴν νηνεμίαν καὶ τὴν γλυκύτητα τῶν εἰς αὐτὸν ῥεόντων ὑδάτων.
また、そこが穏やかであることと、そこに流れ込む水の甘美さ(淡水)のために、外海から多量の魚がそこに集まってくる。