Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.43.1-3.43.7

加林丹内乌斯人夺地与纳巴泰人的生活

第 204 段,共 406 段 · 希腊语

内容简介

本段叙述了加林丹内乌斯人消灭马拉尼泰人并夺取其土地的历史,莱阿尼特斯湾纳巴泰人的生活与海盗行为,以及一片水源充足但因猛兽聚集而给居民带来不幸的富庶平原。

§3.43.1τὴν δʼ ἑξῆς παραθαλάττιον τὸ μὲν παλαιὸν ἐνέμοντο Μαρανῖται, μετὰ δὲ ταῦτα Γαρινδανεῖς, ὄντες πλησιόχωροι.
紧接其后的沿海地区在古代由马拉尼泰人居住,但此后由其邻近的加林丹内乌斯人居住。
τὴν δὲ χώραν κατέσχον τοιῷδέ τινι τρόπῳ· ἐν τῷ πρόσθεν λεχθέντι Φοινικῶνι συντελουμένης πανηγύρεως πενταετηρικῆς ἐφοίτων πανταχόθεν οἱ περίοικοι, καμήλων εὖ τεθραμμένων ἑκατόμβας τοῖς ἐν τῷ τεμένει θεοῖς θύσοντες, ὁμοίως δὲ καὶ τῶν ὑδάτων τῶν ἐξ αὐτοῦ κομιοῦντες εἰς τὰς πατρίδας διὰ τὸ παραδίδοσθαι τοῦτο τὸ ποτὸν παρασκευάζειν τοῖς προσενεγκαμένοις τὴν ὑγίειαν.
他们是以如下方式占领这片土地的:在先前提到过的波伊尼孔举行五年一度的节日盛典时,周边的居民从四方聚集而来,准备在圣域中向众神献祭由精心喂养的骆驼组成的百牲祭,同时也将该处的泉水带回自己的家乡,因为相传这种饮料能给饮用它的人带来健康。
§3.43.2διὰ δὴ ταύτας τὰς αἰτίας τῶν Μαρανιτῶν καταντησάντων εἰς τὴν πανήγυριν, οἱ Γαρινδανεῖς τοὺς μὲν ἀπολελειμμένους ἐν τῇ χώρᾳ κατασφάξαντες, τοὺς δʼ ἐκ τῆς πανηγύρεως ἐπανιόντας ἐνεδρεύσαντες διέφθειραν, ἐρημώσαντες δὲ τὴν χώραν τῶν οἰκητόρων κατεκληρούχησαν πεδία καρποφόρα καὶ νομὰς τοῖς κτήνεσι δαψιλεῖς ἐκτρέφοντα.
正是因为这些原因,当马拉尼泰人前去参加盛典时,加林丹内乌斯人屠杀了留在该土地上的人,并伏击了从盛典返回的人,将他们消灭;在使这片土地失去居民之后,他们通过抽签分配了肥沃的平原以及为牲畜提供丰美饲草的牧场。
§3.43.3αὕτη δʼ ἡ παράλιος λιμένας μὲν ὀλίγους ἔχει, διείληπται δʼ ὄρεσι πυκνοῖς καὶ μεγάλοις, ἐξ ὧν παντοίας ποικιλίας χρωμάτων ἔχουσα θαυμαστὴν παρέχεται θέαν τοῖς παραπλέουσι.
这段海岸港口很少,但被密集而高大的山脉所阻隔,从这些山脉中,因带有各种斑斓的色彩,给乘船经过的人们呈现出令人惊叹的奇景。
§3.43.4παραπλεύσαντι δὲ ταύτην τὴν χώραν ἐκδέχεται κόλπος Λαιανίτης, περιοικούμενος πολλαῖς κώμαις Ἀράβων τῶν προσαγορευομένων Ναβαταίων.
对于乘船经过这一地区的人来说,接踵而来的是莱阿尼特斯湾,其周围居住着许多被称为纳巴泰人的阿拉伯人村落。
οὗτοι δὲ πολλὴν μὲν τῆς παραλίου νέμονται, οὐκ ὀλίγην δὲ καὶ τῆς εἰς μεσόγειον ἀνηκούσης χώρας, τόν τε λαὸν ἀμύθητον ἔχοντες καὶ θρεμμάτων ἀγέλας ἀπίστους τοῖς πλήθεσιν.
他们占领了大部分沿海地区,以及延伸至内陆的不小一部分土地,拥有无数的人口和数量令人难以置信的牲畜群。
§3.43.5οἳ τὸ μὲν παλαιὸν ἐξῆγον δικαιοσύνῃ χρώμενοι καὶ ταῖς ἀπὸ τῶν θρεμμάτων τροφαῖς ἀρκούμενοι, ὕστερον δὲ τῶν ἀπὸ τῆς Ἀλεξανδρείας βασιλέων πλωτὸν τοῖς ἐμπόροις ποιησάντων τὸν πόρον τοῖς τε ναυαγοῦσιν ἐπετίθεντο καὶ λῃστρικὰ σκάφη κατασκευάζοντες ἐλῄστευον τοὺς πλέοντας, μιμούμενοι τὰς ἀγριότητας καὶ παρανομίας τῶν ἐν τῷ Πόντῳ Ταύρων· μετὰ δὲ ταῦτα ληφθέντες ὑπὸ τετρηρικῶν σκαφῶν πελάγιοι προσηκόντως ἐκολάσθησαν.
在古代,他们行事公正,以牲畜提供的食物为满足,但后来,在亚历山大里亚的国王们为商人开辟了可通航的航道之后,他们便袭击触礁翻船的人,并建造海盗船劫掠航行者,效仿本都地区陶洛伊人的野蛮和无法无天;不过在此之后,他们在公海上被四段舵船捕获,受到了应有的惩罚。
§3.43.6μετὰ δὲ τούτους τοὺς τόπους ὑπάρχει χώρα πεδιὰς κατάρρυτος, ἐκτρέφουσα διὰ τὰς πάντῃ διαρρεούσας πηγὰς ἄγρωστιν καὶ μηδίκην, ἔτι δὲ λωτὸν ἀνδρομήκη.
在这些地方之后,有一片水源充足的平原地区,由于各处奔流的泉水,这里生长着狗牙根和紫苜蓿,还有一人高的荷草。
διὰ δὲ τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῆς νομῆς οὐ μόνον κτηνῶν παντοδαπῶν ἀμύθητον ἐκτρέφει πλῆθος, ἀλλὰ καὶ καμήλους ἀγρίας, ἔτι δʼ ἐλάφους καὶ δορκάδας.
由于牧草数量众多且品质优良,这里不仅养育着无数各种各样的牲畜,还养育着野生骆驼,此外还有鹿和羚羊。
§3.43.7πρὸς δὲ τὸ πλῆθος τῶν ἐντρεφομένων ζῴων φοιτῶσιν ἐκ τῆς ἐρήμου λεόντων καὶ λύκων καὶ παρδάλεων ἀγέλαι, πρὸς ἃς οἱ κτηνοτροφοῦντες ἀναγκάζονται καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ θηριομαχεῖν ὑπὲρ τῶν θρεμμάτων· οὕτω τὸ τῆς χώρας εὐτύχημα τοῖς κατοικοῦσιν ἀτυχίας αἴτιον γίνεται διὰ τὸ τὴν φύσιν ὡς ἐπίπαν τοῖς ἀνθρώποις μετὰ τῶν ἀγαθῶν διδόναι τὰ βλάπτοντα.
由于这里养育着众多的动物,狮子、狼和豹群从沙漠中聚集而来,对此,饲养牲畜的人不得不日夜与野兽搏斗以保护他们的牲畜;因此,该地区的幸运反而成了居民不幸的原因,因为自然界通常在赐予人类美好的事物时,也伴随着有害的事物。

词汇与语法注释

  1. §3.43.1θύσοντες / κομιοῦντες — 表示目的的分词(将来时分词),分别译为“为了献祭”和“为了带回”。后者的 κομιοῦντες 带有部分属格 τῶν ὑδάτων(水的一部分)作为宾语。
  2. §3.43.1διὰ τὸ παραδίδοσθαι τοῦτο τὸ ποτὸν παρασκευάζειν — 前置词 διά 连同中性单数宾格冠词 τό 及不定式 παραδίδοσθαι 表示原因。下属不定式 παρασκευάζειν 的主语为 τοῦτο τὸ ποτὸν,而 παραδίδοσθαι 起到无人称被动语态的作用(“据传说……”)。
  3. §3.43.3ἐξ ὧν παντοίας ποικιλίας χρωμάτων ἔχουσα — 阴性单数主格分词 ἔχουσα 与主语 ἡ παράλιος(阴性单数)一致,而非与前方的 ὄρεσι(中性复数)一致。关系代词 ὧν 指代 ὄρεσι,句式结构为:“从这些[山脉]中,[该海岸]因带有各种色彩,呈现出……”
  4. §3.43.4παραπλεύσαντι δὲ ταύτην τὴν χώραν — 与格分分词 παραπλεύσαντι 是表示关系或基准点的与格(dative of reference/relation),意为“对于乘船经过该地区的人来说”。
  5. §3.43.5οἳ τὸ μὲν παλαιὸν ἐξῆγον ... ὕστερον δὲ ... — 关系代词 οἵ 在句首具有指示代词的力量,指代前文的纳巴泰人。动词 ἐξῆγον 为不及物用法,或省略了 τὸν βίον(生活),意为“度日”或“生活”。
  6. §3.43.7πρὸς δὲ τὸ πλῆθος τῶν ἐντρεφομένων ζῴων — 前置词 πρό方与宾格在此处表示由于某种诱因引起的反应或吸引,意为“由于(被)此处养育的众多动物(所吸引)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.43.1-3.43.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.43.1-3.43.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。