Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.38.1-3.38.6

阿拉伯湾的地理概貌与南部记述方针

第 199 段,共 406 段 · 希腊语

内容简介

在结束对埃塞俄比亚的叙述后,作者开始介绍穴居人国和阿拉伯湾等南部地区,并说明了资料来源。他概述了阿拉伯湾的地理特征,并指出不列颠等北方地区将在以后结合盖乌斯·恺撒的事迹进行讨论。

§3.38.1καὶ Τρωγλοδυτικὴν καὶ τὴν ταύταις συνάπτουσαν μέχρι τῆς διὰ καῦμα ἀοικήτου, πρὸς δὲ ταύταις περὶ τῆς παραλίας τῆς παρὰ τὴν Ἐρυθρὰν θάλατταν καὶ τὸ Ἀτλαντικὸν πέλαγος τὸ πρὸς μεσημβρίαν κεκλιμένον, περὶ τοῦ καταλελειμμένου μέρους, λέγω δὲ τοῦ Ἀραβίου κόλπου, ποιησόμεθα τὴν ἀναγραφήν, τὰ μὲν ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλικῶν ὑπομνημάτων ἐξειληφότες, τὰ δὲ παρὰ τῶν αὐτοπτῶν πεπυσμένοι.
至于穴居人国以及与其相接、直至因炎热而无法居住的地区,此外还有关于红海沿岸以及偏向南方的阿特兰蒂克海,即关于剩下的一部分,我是指阿拉伯湾,我们将进行记述,其中一些内容是从亚历山大港的皇家档案中指明的文件中摘录的,另一些则是向目击者询问而得知的。
§3.38.2τοῦτο γὰρ τὸ μέρος τῆς οἰκουμένης καὶ τὸ περὶ τὰς Βρεττανικὰς νήσους καὶ τὴν ἄρκτον ἥκιστα πέπτωκεν ὑπὸ τὴν κοινὴν ἀνθρώπων ἐπίγνωσιν.
因为有人居住的世界的这一部分,以及不列颠群岛和北方周围的部分,最少为人类所共同认知。
ἀλλὰ περὶ μὲν τῶν πρὸς ἄρκτον κεκλιμένων μερῶν τῆς οἰκουμένης τῶν συναπτόντων τῇ διὰ ψῦχος ἀοικήτῳ διέξιμεν, ὅταν τὰς Γαΐου Καίσαρος πράξεις ἀναγράφωμεν· §3.38.3οὗτος γὰρ τὴν Ῥωμαίων ἡγεμονίαν εἰς ἐκεῖνα τὰ μέρη πορρωτάτω προβιβάσας πάντα τὸν πρότερον ἀγνοούμενον τόπον ἐποίησε πεσεῖν εἰς σύνταξιν ἱστορίας·
但关于有人居住的世界偏北的部分,即与因寒冷而无法居住的地区相接的部分,我们将在记述盖乌斯·恺撒的事迹时予以详述;因为他将罗马的统治极大地推向了那些地区,使得以前所有不为人知的土地都纳入了历史的编纂之中。
§3.38.4ὁ δὲ προσαγορευόμενος Ἀράβιος κόλπος ἀνεστόμωται μὲν εἰς τὸν κατὰ μεσημβρίαν κείμενον ὠκεανόν, τῷ μήκει δʼ ἐπὶ πολλοὺς πάνυ παρήκων σταδίους τὸν μυχὸν ἔχει περιοριζόμενον ταῖς ἐσχατιαῖς τῆς Ἀραβίας καὶ Τρωγλοδυτικῆς.
所谓的阿拉伯湾向着位于南方的洋开辟其口,在长度上延伸了极多的斯塔德,其最深处由阿拉伯和穴居人国的极边之地所限制。
εὖρος δὲ κατὰ μὲν τὸ στόμα καὶ τὸν μυχὸν ὑπάρχει περὶ ἑκκαίδεκα σταδίους, ἀπὸ δὲ Πανόρμου λιμένος πρὸς τὴν ἀντιπέρας ἤπειρον μακρᾶς νεὼς διωγμὸν ἡμερήσιον.
其宽度在湾口和最深处约为十六个斯塔德,而从帕诺尔莫斯港到对岸的大陆,则是一艘长船一天的航程。
τὸ δὲ μέγιστόν ἐστι διάστημα κατὰ τὸ Τύρκαιον ὄρος καὶ Μακαρίαν νῆσον πελαγίαν, ὡς ἂν τῶν ἠπείρων οὐχ ὁρωμένων ἀπʼ ἀλλήλων.
最大距离是在蒂尔卡伊翁山和海上的马卡里亚岛附近,以至于两岸的大陆彼此无法望见。
§3.38.5ἀπὸ δὲ τούτου τὸ πλάτος ἀεὶ μᾶλλον συγκλείεται καὶ τὴν συναγωγὴν ἔχει μέχρι τοῦ στόματος.
从这一点开始,宽度越来越窄,一直收缩到湾口。
ὁ δὲ παράπλους αὐτοῦ κατὰ πολλοὺς τόπους ἔχει νήσους μακράς, στενοὺς μὲν διαδρόμους ἐχούσας, ῥοῦν δὲ πολὺν καὶ σφοδρόν.
该湾的沿岸航行在许多地方都有长形的岛屿,这些岛屿之间有狭窄的通道,但水流充沛且湍急。
ἡ μὲν οὖν κεφαλαιώδης τοῦ κόλπου τούτου θέσις ὑπάρχει τοιαύτη.
因此,该湾的大致地理配置便是如此。
§3.38.6ἡμεῖς δʼ ἀπὸ τῶν ἐσχάτων τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφʼ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατʼ αὐτὰς ἰδιότητας διέξιμεν· πρῶτον δὲ ληψόμεθα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔθνη νέμεται μέχρι τῆς ἐρήμου.
我们从湾内最深处的最边缘地方开始,详细叙述两侧大陆的沿岸航行以及沿途最值得注意的特征;首先我们将取右侧的部分,那里是穴居人的各部落在直到沙漠的沿岸地区生息。

词汇与语法注释

  1. §3.38.1καὶ Τρωγλοδυτικὴν καὶ τὴν ταύταις συνάπτουσαν — 承接前一章末尾的分词短语 Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν(在充分阐明了关于埃塞俄比亚的事情之后)的宾格宾语。它们列出了叙述的对象,在句法上作为前文分词的客体延续,或在功能上由本节的主句动词短语 ποιησόμεθα τὴν ἀναγραφήν(我们将进行记述)所预期。
  2. §3.38.4μακρᾶς νεὼς διωγμὸν ἡμερήσιον — 表示距离的惯用表达:“一艘长船(战船)一天的航程”。术语 μακρὰ ναῦς(长船)通常指战船,与商船(στρογγύλη ναῦς)相对。在此处,διωγμός(追击、疾驰)表示船只在一天快速航行中所覆盖的距离。
  3. §3.38.4ὡς ἂν τῶν ἠπείρων οὐχ ὁρωμένων — 连词 ὡς 与助词 ἄν 连用,伴随分词的属格绝对(τῶν ἠπείρων οὐχ ὁρωμένων),引入了一种假设或推测性的情况:“仿佛两岸的大陆彼此无法望见”。在此语境下,它带有结果或程度的意味,即“以至于两岸大陆互相看不见”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.38.1-3.38.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.38.1-3.38.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。